1. Λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις·
2. ἀλλ’ οὐκ ἐρεῖς, ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή
3. τι τοῦ μάρτυρος, ὡς οὐκ ἀξιόχρεω, κατέγνωκας· ἐμφαίνειν
4. γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον
5. ἄγης μάρτυρας, καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ.
6. Καίτοι οὔτε νοσῶν, εὖ οἷδ’, ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις
7. σαυτὸν, ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων, καὶ τούτοις τοῖς
8. ἰατρικωτάτοις· οὐδ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν, ἀλλ’
9. ἑνὶ τῷ κυβερνήτῃ· ἤδη δὲ κᾀπὶ τῶν σμικροτάτων, τέκτονι
10. μὲν, τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ.
11. Πῶς ἂν οὖν, ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ δίδως
12. τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων,
13. ἢ κατὰ σαυτόν. παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι
14. τῶν θεῶν. ἄκουσον οὖν, ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν
15. ἀθλητῶν.
8. Ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν
9. ἐστιν, ἄκουε πάλιν, εἴπερ θέλεις, ἅ φησι·
13. Εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις,
14. ἄκουε πάλιν, ἅ φησι·
2. Πότερον οὖν Εὐριπίδου μὲν καὶ τῶν τοιούτων καταγνῶμεν,
3. τοῖς δὲ φιλοσόφοις ἐπιτρέψομεν τὴν κρίσιν; ἀλλὰ καὶ πρὸς
4. τούτων ἁπάντων, ὥσπερ ἐξ ἑνὸς στόματος, ὡμολόγηται,
5. φαῦλον εἶναι τὸ ἐπιτήδευμα. Οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν
6. τὶς ἐπῄνεσεν αὐτό. Πρῶτον μὲν τοῦ Ἱπποκράτους ἀκούσῃ
7. λέγοντος· Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων·
8. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν
9. ἀρίστων ἰατρῶν. Ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην
10. κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος
11. ἀλήθειαν ἀνδρός· ὅμως δ’ ἐπειδὴ τινὲς ἐπὶ τὸν
12. τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων
13. κενὴν δόξαν, ἀφέντες αὐτὸ τὸ ἐπιτήδευμα γυμνὸν τῶν
14. ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κᾀν τούτοις προχειρίζεσθαι
15. τοὺς μάρτυρας, ἵν’, ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι,
16. γιγνώσκωσιν. Ὅθεν δὲ τὸ τῆς Φρύνης εὔκαιρον ἤδη μοι
1. διηγήσασθαι. αὕτη ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης,
2. ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις, ἃ
3. βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ
4. ψιμμυθίῳ καὶ φύκει κεκαλλωπισμένας, ἐκέλευσεν, ὕδατος
5. κομισθέντος, ἀρυσαμένας ταῖς χερσὶ, προσενεγκεῖν ἅπαξ
6. αὐτῷ τῷ προσώπῳ, καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι
7. σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτ’ ἔπραξε· ταῖς μὲν οὖν ἄλλαις
8. ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιοτάτας
9. ἰδεῖν τοῖς μορμολυκείοις· αὐτὴ δὲ καλλίων ἐφάνη·
10. μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλὴ, μηδεμιᾶς
11. πανουργίας κομμωτικῆς δεομένη. Ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος
12. ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ, τῶν ἔξωθεν
13. αὐτῷ προσιόντων ἁπάντων γυμνωθὲν, οὕτω καὶ τὴν ἀθλητικὴν
14. ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτο
15. ἔχειν χρήσιμον, ἢ κοινῇ ταῖς πόλεσιν, ἢ ἰδίᾳ τοῖς
16. μεταχειριζομένοις αὐτήν.