Galenus. Exhortatio ad medicinam – Protrepticus (Protr.) [n° 001 Fichtner] [GalLat]

Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Protrepticus, 11, ed. Kaibel, 1894, p. 1-22. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).

Adhortatio ad artes addiscendas, 11, ed. Kühn, 1821, vol. 1, p. 26-31. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1:11

17. Ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ
1. ψυχὴν ὄντων, τῶν δὲ περὶ σῶμα, τῶν δ’ ἐκτὸς, καὶ παρὰ
2. ταῦτα οὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου· ὅτι μὲν
3. τῶν ψυχικῶν ἀγαθῶν οὐδ’ ὄναρ ποτὲ μετειλήφασιν οἱ
4. ἀθλοῦντες, εὔδηλον παντί. τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ ψυχὴν
5. ἔχουσι γιγνώσκουσι, τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν
6. αὐτὴν ἐπίστασθαι. Σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες
7. πλῆθος, ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν
8. ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην,
9. ἀλλ’ ἄνουν, ὁμοίως τοῖς ἀλόγοις ζώοις. Ἴσως δ’ ἀμφισβητήσειαν,
10. ὡς τῶν περὶ τὸ σῶμα τινὸς ἀγαθῶν ἐπήβολοι.
11. πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν; ἀλλ’
12. οὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος,
13. εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι· Τὴν καὶ ἐπ’ ἄκρον
14. εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι· καὶ
15. δὴ καὶ ὅτι ἄσκησις μὲν ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων,
16. Ἱπποκράτει καλῶς εἰρημένον, ἐπαινεῖται πρὸς ἁπάντων.
1. Οἱ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ
2. ὑπερπιπλάμενοι, καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον, ὡς κορυβαντιῶντες,
3. κατεγνωκότες. Ὁ μὲν γὰρ ὑγιεινὴν δίαιταν
4. ὑποτιθέμενος ἔλεγε· Πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια,
5. πάντα μέτρια. Οἱ δὲ τὰ γυμνάσια πέρα τοῦ
6. προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι, τροφάς τε προσφέρονται
7. σὺν ἀνάγκῃ πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες
8. τὴν ἐδωδήν· ὡς προσηκόντως ἄν τινα ἐπ’ αὐτῶν
9. εἰπεῖν·

10. Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
11. Εὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ·
12. Ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.

13. Ἀνάλογον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει
14. συμμετρία. ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων
15. ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται
16. τῶν ὕπνων. ὥστε ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν
17. διαγωγῇ· πλήν γε ὅσον οἱ μὲν ὗες οὐχ ὑπερπονοῦσιν, οὐδὲ
1. πρὸς ἀνάγκην ἐσθίουσιν· οἱ δὲ καὶ ταῦτα πάσχουσι καὶ
2. ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται. Ὁ μὲν οὖν παλαιὸς
3. Ἱπποκράτης, πρὸς οἷς εἶπεν ἔμπροσθεν, ἔτι καὶ ταῦτα
4. φησί· Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν, ἢ
5. θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν,
6. σφαλερόν. πᾶν γὰρ, φησὶ, τὸ πολὺ τῇ φύσει πολέμιον.
7. Οἱ δ’ οὔτε τούτων ἐπαΐουσιν, οὔτε τῶν ἄλλων, ὅσα, καλῶς
8. εἰπόντος ἐκείνου, παραβαίνουσιν· ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου
9. τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν. καὶ
10. διὰ τοῦτ’ ἂν ἔγωγε φαίην, ἄσκησιν οὐχ ὑγιείας, ἀλλὰ νόσου
11. μᾶλλον εἶναι τὸ ἐπιτήδευμα. Τοῦτο δ’ οἶμαι καὶ αὐτὸν
12. τὸν Ἱπποκράτην φρονεῖν, ἐπειδὰν λέγῃ· Διάθεσις ἀθλητικὴ
13. οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. Οὐ γὰρ μόνον τοῦ κατὰ
14. φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα δι’ ὧν εἶπε ἐδήλωσεν·
15. ἀλλ’ οὐδ’ ἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος
16. καὶ τῆς προσηγορίας αὐτῶν, ᾗ προσαγορεύουσι ἅπαντες οἱ
17. παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας. ἡ μὲν γὰρ ἕξις ἔμμονός
1. τις καὶ δυσαλλοίωτος διάθεσις· ἡ δὲ τῶν ἀθλητῶν ἐπ’
2. ἄκρον εὐεξία σφαλερά τε καὶ εὐμετάπτωτος. οὔτε γὰρ
3. πρόσθεσιν ἔτι διὰ τὴν ἀκρότητα χωρεῖ, καὶ τὸ μὴ δύνασθαι
4. μένειν ἐπὶ ταὐτοῦ, μηδ’ ἀτρεμεῖν, λοιπὴν ἔχει τὴν
5. ἐπὶ τὸ χεῖρον ὁδόν. Οὕτως μὲν ἀθλοῦσιν αὐτοῖς διάκειται
6. τὸ σῶμα· καταλύσασι δὲ πολὺ δή τι χεῖρον. Ἔνιοι μὲν
7. γὰρ μετ’ ὀλίγον ἀποθνήσκουσιν· ἔνιοι δ’ ἐπὶ πλέον ἥκουσιν
8. ἡλικίας, ἀλλ’ οὐδ’ αὐτοὶ γηρῶσιν, οὐδὲ, κᾂν ἐφίκωνται
9. ποτὲ εἰς τοῦτο, τῶν Ὁμηρικῶν οὐδὲν ἀπολείπονται
10. Λιτῶν,

11. Χωλοί τε ῥυσοί τε παραβλῶπές τ’ ὀφθαλμὼ

12. ἀποτελούμενοι. Ὡς γὰρ τὰ διασεισθέντα τῶν τειχῶν ἀπὸ
13. μηχανημάτων ἑτοίμως ὑπὸ τῆς τυχούσης διαλύεται βλάβης,
14. οὔτε σεισμὸν, οὔτ’ ἄλλην τινὰ βραχυτέραν δυνάμενα φέρειν
15. περίστασιν· οὕτω καὶ τὰ τῶν ἀθλητῶν σώματα σαθρὰ καὶ
16. ἀσθενῆ ταῖς κατὰ τὴν ἐπιτήδευσιν γεγονότα πληγαῖς, ἕτοιμα 
1. πρὸς τὸ πάσχειν ἐστὶν ἐπὶ ταῖς τυχούσαις προφάσεσιν.
2. Οἱ μὲν γὰρ ὀφθαλμοὶ περιωρυγμένοι πολλάκις, ὅτ’ ἡ δύναμις
3. οὐκέτ’ ἀντέχει, πληροῦνται ῥευμάτων· οἱ δ’ ὀδόντες,
4. ἅτε διασεσεισμένοι πολλάκις, ἐπιλειπούσης ἐν τῷ χρόνῳ τῆς
5. δυνάμεως αὐτῶν, ἑτοίμως ἐκπίπτουσι· τὰ δὲ λυγισθέντα
6. τῶν ἄρθρων ἀσθενῆ πρὸς πᾶσαν τὴν ἔξωθεν βίαν γίνεται,
7. καὶ πᾶν ῥῆγμα καὶ σπάσμα ῥᾳδίως κινεῖται. Σωματικῆς
8. μὲν οὖν ὑγιείας ἕνεκα φανερὸν, ὡς οὐδὲν ἄλλο γένος ἀθλιώτερόν
9. ἐστι τῶν ἀθλητῶν. ὥστ’ εἰκότως ἄν τις εἴποι εὐφυῶς
10. ὀνομάζεσθαι, τῶν ἀθλητῶν προσαγορευθέντων, ἢ ἀπὸ τοῦ
11. ἀθλητοῦ τὴν προσηγορίαν τῶν ἀθλίων ἐσχηκότων, ἢ κοινῶς
12. ἀμφοτέρων καθάπερ ἀπὸ πηγῆς μιᾶς τῆς ἀθλιότητος
13. ὠνομασμένων.

Cliquer un n° de page pour en afficher l’image