13. Ἀλλ’ ἴσως τῶν εἰρημένων οὐδενὸς, ἰσχύος δ’
14. ἀντιποιήσονται, τοῦτο γὰρ, εὖ οἶδα, ἓν φήσουσιν ἰσχυρότατον
15. πάντων εἶναι. Ποίας, ὦ πρὸς θεῶν, ἰσχύος καὶ ποῦ
16. χρησίμης; πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν ἔργων; πάνυ
1. μὲν οὖν καλῶς ἢ σκάπτειν, ἢ θερίζειν, ἢ ἀροῦν, ἤ τι τῶν
2. ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. Ἀλλ’ ἴσως εἰς τὰ πολεμικά;
3. τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς
4. ὑμνήσει λέγων·
7. τῷ γὰρ ὄντι
9. Ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροὶ, αὐτοῦ γε τοῦ Ἡρακλέους
10. ζηλωταὶ, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι
11. δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι,
12. χαμευνεῖν; ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν
13. ἀσθενέστεροι. Ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται;
14. ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δή που ὅτι τοὺς σκυτοτόμους,
15. ἢ τέκτονας, ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἰσὶ καταβάλλειν
16. ἐν παλαίστρᾳ τε καὶ σταδίῳ. Τάχ’ οὖν ἐπὶ τῷ
17. δι’ ὅλης ἡμέρας κονίεσθαι δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ
1. τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει. καὶ εἴπερ ἐπὶ τούτῳ
2. μέγα χρὴ φρονεῖν, ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ λούεσθαι.
3. Ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος
4. τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης διεκόμισέ ποτε
5. τὸ στάδιον. ὦ τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο
6. γιγνώσκειν, ὅτι πρὸ βραχέος τὸ αὐτὸ τοῦτο σῶμα, τοῦ
7. ταύρου ζῶντος, ἐβάσταζεν ἡ ψυχὴ τοῦ ζώου, καὶ
8. πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων ἦγε, καὶ θεῖν ἐδύνατο
9. βαστάζουσα· ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία παραπλησίως τῇ
10. Μίλωνος. Ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ τἀνδρὸς, ὅπως ἦν
11. ἀνόητος, ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ
12. μῆκος ξύλα ἐνθέσει σφηνῶν, ἐκεῖνον μὲν ἀπώθησε καταγελάσας,
13. αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε
14. διασπᾷν αὐτό· κᾄπειθ’ ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ
15. πρώτῃ προσβολῇ πληρώσας, διέστησε μὲν ἑκατέρωσε τὰ
16. μέρη τοῦ ξύλου· τῶν σφηνῶν δ’ ἐκπεσόντων ἐν τῷδε, τὸ
17. λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι, μέχρι πολλοῦ
18. μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς, οὐκ ἔφθασε κομίσασθαι
1. τὰς χεῖρας, ἀλλ’ ὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων
2. ἀλλήλοις καταλειφθεῖσαι, συνετρίβησαν μὲν αὗται πρῶται,
3. θανάτου δ’ οἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι. Πάνυ
4. γοῦν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν
5. τῷ σταδίῳ βασταχθείς; ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν
6. ἂν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ
7. Μίλωνος ἐνέργεια περὶ τὸν ταῦρον, ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους
8. σοφία, πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμὸν,
9. εἶτα στρατηγήσαντος ὡς ἐχρῆν;
12. Ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος ἡ τῶν
13. ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν· ὅτι δὲ
14. καὶ ἐν ἑαυτοῖς, οἷς ἀσκοῦσιν, οὐδενός εἰσιν ἄξιοι λόγου,
15. μάθοιτ’ ἂν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον,
16. ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν.
1. ἔστι δὲ οὗτος· Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζώοις ὁμόνοια καὶ
2. κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπία κήρυκα
3. μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ
4. καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζώοις εἰς τὸ στάδιον ἥκειν ἓν,
5. οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. Ἐν μὲν γὰρ
6. δολιχῷ ὑπέρτατος, φησὶν, ὁ ἵππος ἔσται·
10. Ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τὶς ἐλέφαντος ἢ λέοντος
11. ἰσχυρότερος ἂν φανείη. Οἶμαι δ’, ὅτι καὶ ταῦρος πυγμῇ
12. στεφθήσεται. καὶ ὄνος, φησὶ, λὰξ ὅτι εἰ βούλεται
13. ἐρίσας, αὐτὸν τὸν στέφανον οἴσεται. Αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ
14. γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτε ἄνδρας.
15. εἰκοστὴ δὲ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτ’ ἐνίκα ὀγκητής.
1. Πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν
2. ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων. καίτοι γ’ εἰ
3. μηδὲν ἰσχύϊ πρωτεύουσι τῶν ζώων οἱ ἀθληταὶ, τίνος ἂν ἔτι
4. τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν;