5. Εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν
6. εἶναι φαίη, οὐδὲ ταύτης αὐτῆς αὐτοῖς μέτεστι, οὔτ’ οὖν
7. ἀθλοῦσιν οὔτε καταλύσασιν, εἴγε παρὰ μὲν τὸν τῆς ἀθλήσεως
8. χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσὶν, οὐ γυμναζόμενοι
9. μόνον, ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες· ἡνίκα δὲ
10. καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ
11. σώματος γίνονται. Τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν
12. πλεῖστα σεμνύνονται; καὶ μὴν ἐστὶν ὑμῖν θεάσασθαι
13. πάντας αὐτοὺς ὀφείλοντας, οὐ μόνον ἐκεῖνον τὸν χρόνον,
14. καθ’ ὃν ἀθλοῦσιν, ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν,
15. οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδενὸς πλουσιώτερον ἑνὸς τῶν
16. ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου. ἔστι δὲ οὐδ’ αὐτὸ
1. τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ
2. τοιαύτην ἐπίστασθαι τέχνην, ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει,
3. ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων, οὔτε τοῖς
4. τελώναις ἢ τοῖς ἐμπόροις ὑπάρχει. καίτοι πλουτοῦσιν ἐξ
5. ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλ’ ἐὰν ἀπολέσωσι τὰ χρήματα,
6. συναπολλύουσιν αὐτοῖς καὶ τὰς πράξεις, ἀφορμῆς μέν
7. τινος χρημάτων εἰς αὐτὰς δεόμενοι, τῷ δὲ οὐκ ἔχειν ταύτην
8. ἄρξασθαι τῆς ἀρχαίας πράξεως ἀδυνατοῦντες. οὐδὲ γὰρ
9. δανείζει τις αὐτοῖς χωρὶς ἐνεχύρων ἢ ὑποθηκῶν. ὥστε εἰ
10. καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ ἄδοξον ἀξιοῖ τις
11. ἡμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον ἐστὶ διὰ παντὸς τοῦ
12. βίου καὶ παραμένουσαν. Ἀλλὰ διττῆς οὔσης διαφορᾶς τῆς
13. πρώτης ἐν ταῖς τέχναις· ἔνιαι μὲν γὰρ αὐτῶν λογικαί τ’ εἰσὶ
14. καὶ σεμναὶ, τινὲς δ’ εὐκαταφρόνητοι καὶ διὰ τῶν τοῦ σώματος
15. πόνων, ἃς δὴ βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν·
16. ἄμεινον ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί
17. τινα. τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἀπολείπειν
1. εἴωθε γηρῶντας τοὺς τεχνίτας εἰσὶ δὲ ἐκ τοῦ προτέρου
2. γένους ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσικὴ, γεωμετρία τε
3. καὶ ἀριθμητικὴ, καὶ λογιστικὴ, καὶ ἀστρονομία, καὶ γραμματικὴ,
4. καὶ νομική. πρόσθες δ’, εἰ βούλει, ταύταις πλαστικήν
5. τε καὶ γραφικήν· εἰ γὰρ καὶ διὰ τῶν χειρῶν ἐνεργοῦσιν,
6. ἀλλ’ οὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον αὐτῶν. Ἐκ τούτων
7. οὖν τινὰ τῶν τεχνῶν ἀναλαμβάνειν τε καὶ ἀσκεῖν χρὴ
8. τὸν νέον, ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ βοσκηματώδης ἐστί·
9. καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις, ἥτις, ὡς ἡμεῖς φαμὲν,
10. ἐστὶν ἰατρική· τοῦτο δ’ αὐτὸ δεικτέον ἐφεξῆς.
⟨
(Protr.) [n° 001 Fichtner] [GalLat]
Exhortatio ad medicinam – Protrepticus
Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Protrepticus, 14, ed. Kaibel, 1894, p. 1-22. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).
Adhortatio ad artes addiscendas, 14, ed. Kühn, 1821, vol. 1, p. 37-39. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1:14
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩