Galenus. Exhortatio ad medicinam – Protrepticus (Protr.) [n° 001 Fichtner] [GalLat]

Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Protrepticus, 2, ed. Kaibel, 1894, p. 1-22. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).

Adhortatio ad artes addiscendas, 2, ed. Kühn, 1821, vol. 1, p. 3-4. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1:2

5. Πῶς οὖν οὐκ αἰσχρὸν, ᾧ μόνῳ τῶν ἐν
6. ἡμῖν κοινωνοῦμεν θεοῖς, τούτου μὲν ἀμελεῖν, ἐσπευκέναι δὲ
7. περί τι τῶν ἄλλων, τέχνης μὲν ἀναλήψεως καταφρονοῦντα,
8. τύχῃ δ’ ἑαυτὸν ἐπιτρέποντα; ἧς τὴν μοχθηρίαν ἐμφανίσαι
9. βουληθέντες οἱ παλαιοὶ, γράφοντες καὶ πλάττοντες αὐτὴν,
10. οὐ μόνον ἐν εἴδει γυναικὸς ἠρκέσθησαν· (καίτοι τοῦθ’ ἱκανὸν
11. ἦν ἀνοίας σύμβολον) ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν
12. ἔχειν αὐτῇ, καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικὴν,
13. ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν· ἐνδεικνύμενοι διὰ τούτων
14. ἁπάντων τὸ τῆς τύχης ἄστατον. Ὥσπερ οὖν ἐν νηῒ
15. χειμαζομένῃ σφοδρῶς, ὡς ἐπικλύζεσθαί τε τοῖς κύμασι, καὶ
16. κινδυνεύειν βυθισθῆναι, μοχθηρῶς ἄν τις πράξειεν, ἐπιτρέψας
17. τὰ πηδάλια κυβερνήτῃ τυφλῷ· κατὰ τὸν αὐτὸν, οἶμαι,
18. τρόπον κᾀν τῷ βίῳ, μειζόνων ναυαγίων περὶ πολλοὺς
1. οἴκους γιγνομένων, ἢ περὶ τὰ σκάφη κατὰ θάλατταν, οὐκ
2. ὀρθῶς γιγνώσκοντος ἐστὶν, ἐπιτρέπειν ἑαυτὸν ἐν τοιαύταις
3. περιστάσεσι πραγμάτων τυφλῇ δαίμονι, μήδ’ αὐτῇ βεβαίως
4. ἐστηριγμένῃ. Ἔμπληκτός τε γάρ ἐστι καὶ ἄνους εἰς τοσοῦτον,
5. ὡς πολλάκις τοὺς ἀξιολόγους ἄνδρας παρερχομένη, πλουτίζειν
6. τοὺς ἀναξίους· οὐδὲ τούτους βεβαίως, ἀλλ’ ὅσον
7. πάλιν αὐτῶν ἀφαιρεῖσθαι τὰ δοθέντα. Ταύτῃ τῇ δαίμονι
8. πλῆθος ἀνδρῶν ἀμαθῶν οὐκ ὀλίγον ἕπεται, μηδέποτ’ ἐν τῷ
9. αὐτῷ μενούσῃ διὰ τὸ τῆς βάσεως εὐμετακύλιστον, ἥτις αὐτὴν
10. ἄγει καὶ φέρει καὶ κατὰ κρημνῶν ἐνίοτε καὶ θαλάττης.
11. Ἔνθα συναπόλλυνται μὲν ἀλλήλοις, ἑπόμενοι πάντες αὐτῇ·
12. μόνη δ’ ἀβλαβὴς ἐκείνη διεξέρχεται, καταγελῶσα τῶν ὀλοφυρομένων
13. καὶ καλούντων αὐτὴν, ὅτ’ οὐδὲν ὄφελος. Τὰ
14. μὲν δὴ τῆς τύχης ἔργα τοιαῦτα.

Cliquer un n° de page pour en afficher l’image