13. Τοὺς δέ γε τῆς τύχης συνεπομένους ἅπαντας
14. μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς· ὀχουμένους δ’ ἐπ’
15. ἐλπίδων ἀεὶ, καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας· ἐνίους
16. μὲν ἐγγὺς, ἐνίους δὲ ποῤῥωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς
17. αὐτῆς ἐξημμένους. Ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον
1. ἐκεῖνον τὸν Λυδὸν ὄψει, καὶ τὸν Πολυκράτην τὸν Σάμιον,
2. καὶ ἴσως θαυμάσεις, τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα
3. χρυσὸν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς.
4. Μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ, καὶ Πρίαμον καὶ Διονύσιον.
5. Ἀλλὰ καὶ τούτων ὀλίγον ὕστερον ὄψει Πολυκράτην
6. μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν
7. Κῦρον ὑπ’ ἄλλοις. Ὄψει δὲ καὶ Πρίαμον καθειργμένον καὶ
8. Διονύσιον ἐν Κορίνθῳ. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο
9. τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας
10. γε, μισήσεις ὅλως τὸν χορόν. εἰσὶ γὰρ ἐνταῦθα καὶ
11. δημαγωγοὶ πολλοὶ, καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται
12. φίλων· εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι, καὶ ἅρπαγες·
13. πολλοὶ δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ
14. τούτων ἱερὰ συλήσαντες.
⟨
(Protr.) [n° 001 Fichtner] [GalLat]
Exhortatio ad medicinam – Protrepticus
Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Protrepticus, 4, ed. Kaibel, 1894, p. 1-22. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).
Adhortatio ad artes addiscendas, 4, ed. Kühn, 1821, vol. 1, p. 5-6. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩