Galenus. Exhortatio ad medicinam – Protrepticus (Protr.) [n° 001 Fichtner] [GalLat]

Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Protrepticus, 5, ed. Kaibel, 1894, p. 1-22. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).

Adhortatio ad artes addiscendas, 5, ed. Kühn, 1821, vol. 1, p. 6-9. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1:5

15. Ὁ δὲ ἕτερος τῶν χορῶν, πάντες μὲν κόσμιοι
16. καὶ τεχνῶν ἐργάται. οὐ θέουσι δὲ, οὐδὲ βοῶσιν, οὐδ’ ἀλλήλοις
1. μάχονται· ἀλλ’ ἐν μέσοις μὲν αὐτοῖς ὁ θεὸς, ἀμφ’
2. αὐτὸν δὲ ἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος,
3. ἣν ἐκεῖνος ἔδωκεν, οὐκ ἀπολιπόντες. Οἱ μὲν ἔγγιστα τῷ
4. θεῷ, καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι, γεωμέτραι καὶ
5. ἀριθμητικοὶ καὶ φιλόσοφοί τε καὶ ἰατροὶ καὶ ἀστρονόμοι καὶ
6. γραμματικοί. Τούτων δ’ ἐφεξῆς ὁ δεύτερος, ζωγράφοι,
7. πλάσται, γραμματισταὶ, τέκτονές τε καὶ ἀρχιτέκτονες, καὶ
8. λιθογλύφοι, καὶ μετ’ αὐτοὺς δὲ ἡ τρίτη τάξις, αἱ λοιπαὶ
9. τέχναι πᾶσαι, κατὰ μέρη μὲν οὕτω κεκόσμηται· πάντες δὲ
10. πρὸς τὸν θεὸν ἀποβλέπουσι, κοινῷ τῷ παρ’ αὐτοῦ προστάγματι
11. πειθόμενοι. Θεάση δὲ κᾀνταῦθα πολλοὺς μετ’ αὐτοῦ
12. τοῦ θεοῦ, τετάρτην δέ τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον,
13. οὐχ οἷοί τινες ἦσαν οἱ μετὰ τῆς τύχης. οὐ γὰρ
14. ἀξιώμασι πολιτικοῖς, οὐδὲ γένους ὑπεροχαῖς, οὐδὲ πλούτῳ
15. τοὺς ἀρίστους ὁ θεὸς οὗτος εἴθισται κρίνειν· ἀλλὰ
16. τοὺς καλῶς μὲν βιοῦντας, ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας,
17. ἑπομένους δὲ τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως
18. τὰς τέχνας ἐργαζομένους τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων
1. ἄγει, περὶ αὑτὸν ἔχων ἀεί. Τοῦτον, οἶμαι, τὸν χορὸν
2. νοήσας, ὁποῖός ἐστιν, οὐ μόνον ζηλώσεις, ἀλλὰ καὶ προσκυνήσεις.
3. Σωκράτης ἐστὶν ἐν αὐτῷ καὶ Ὅμηρος, καὶ Ἱπποκράτης
4. καὶ Πλάτων, καὶ οἱ τούτων ἐρασταὶ, οὓς ἴσα καὶ
5. τοῖς θεοῖς σέβομεν, οἶον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ
6. θεοῦ. Τῶν δ’ ἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη
7. ποτὲ πρὸς αὐτοῦ. οὐ μόνον γὰρ τῶν παρόντων πεφρόντικεν,
8. ἀλλὰ καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ
9. ἀπολείπεται. Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων, τοῦ σκάφους
10. ἀπολομένου, ἐπὶ τὰς Συρακουσίων ἠϊόνας ἐξεβράσθη,
11. πρῶτον μὲν ἐθάῤῥησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα
12. γεωμετρικόν· ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ σοφοὺς ἄνδρας,
13. οὐκ εἰς βαρβάρους ἥκειν. Ἔπειτα παραγενόμενος εἰς
14. τὸ Συρακουσίων γυμνάσιον καὶ ταυτὶ τὰ ἔπη φθεγξάμενος,

15. Τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν
16. Τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασι;

17. προσιόντας τέ τινας ἔσχεν αὐτῷ καὶ γνωρίζοντας ὅστις εἵη,
1. καὶ πάντων, ὧν ἐδεῖτο, μεταδιδόντας εὐθέως. Ὡς δ’ εἰς
2. Κυρήνην, αὐτοῦ τὴν πατρίδα, μέλλοντές τινες πλεῖν ἐπυνθάνοντο,
3. μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν αὐτοῖς
4. ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα, ἃ καὶ ναυαγήσαντι
5. συνεκκολυμβήσει.

Cliquer un n° de page pour en afficher l’image