Galenus. Exhortatio ad medicinam – Protrepticus (Protr.) [n° 001 Fichtner] [GalLat]

Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Protrepticus, 7, ed. Kaibel, 1894, p. 1-22. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).

Adhortatio ad artes addiscendas, 7, ed. Kühn, 1821, vol. 1, p. 11-15. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1:7

12. Τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν
13. προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα. Καὶ
14. γὰρ καὶ οὗτοι σπάνιοι τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος
15. ἥκουσιν· οὐδὲ τοσοῦτον γιγνώσκοντες, ὅτι ἄρα ἡ εὐγένεια
16. αὕτη, ἐφ’ ᾗ σεμνύνονται, τοῖς κατὰ πόλιν νομίσμασιν
1. ἔοικεν, ἃ παρὰ τοῖς θεμένοις ἰσχύοντα, παρ’ ἄλλοις ἐστὶ
2. κίβδηλα.

3. Οὐδ’ εὐγένειά σ’ ᾖρεν εἰς ὕψος μέγα;
4. Κακὸν τὸ μὴ ἔχειν, τὸ γένος οὐκ ἔβοσκέ με.

5. καλὸς οὖν, ᾗ φησιν ὁ Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων
6. ἀρεταὶ, κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου
7. λόγον·

8. Ἡμεῖς τῶν πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι.

9. Ταύτην γὰρ μόνην ἔχοιμεν ἂν, εἰ δή τις ἐστὶν εὐγενείας
10. χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι·
11. ὡς εἴγε καταπολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα,
12. λύπη μὲν ἂν εἴη κᾀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις·
13. αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων, ὅσῳ καὶ τὸ γένος
14. περιφανέστατον. Οἱ μὲν γὰρ ἀμαθεῖς, παντάπασιν ἄσημοι
15. τῷ γένει, τοῦτο γοῦν αὐτοὶ κερδαίνουσι, τὸ μὴ γινώσκεσθαι
16. τοῖς πολλοῖς, ὁποῖοί τινές εἰσιν. Ὅσοις δὲ τὸ λαμπρὸν καὶ
17. διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί
1. ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσι; καὶ μέν γε καὶ
2. καταγινώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους. ὥστ’ εἰ καί
3. τις ἠλίθιος ὢν ὑπομιμνήσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον
4. ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ γὰρ ὁμοίως
5. ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους
6. τοῖς ἐκ γένους λαμπροῦ· ἀλλὰ τοὺς μὲν, κᾂν μέτριοί τινες
7. ὦσιν, ἀποδεχόμεθα, τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν
8. ἀναφέροντες· τοὺς δὲ, εἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν.
9. οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν.
10. ὥστ’ εἴ τις εὖ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν,
11. κᾂν εὐγενὴς ᾖ, τοῦ γένους οὐκ ἀνάξιος φανεῖται· κᾂν μὴ τοιοῦτος
12. ὑπάρχῃ, τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν
13. παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει,
14. Ἀλλ’ ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ
15. ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται· τὸ δὲ σὸν εἰς σὲ τελευτήσει.
16. Ὁρᾷς, ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί
1. τε καὶ σοφὸν ὀνομάζεσθαι, καίτοι βάρβαρος ἦν τὸ
2. γένος. οὗτός ποτε πρὸς τινὸς ὀνειδιζόμενος, ὅτι βάρβαρος
3. εἴη καὶ Σκύθης. Ἐμοὶ μὲν ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ
4. πατρίδι· πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου,
5. μόνον δ’ ἐπὶ τῇ πατρίδι σεμνυνομένῳ. Εἰ γὰρ ἐπιστήσαις
6. τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν
7. δόξῃ τοὺς πολίτας γιγνομένους· ἀλλ’ αὐτὸ δὴ τοὐναντίον,
8. διὰ τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταῖς τέχναις καὶ τὰς πατρίδας
9. αὐτῶν μνημονευομένας. Τίς γὰρ ἦν Σταγείρων λόγος,
10. εἰ μὴ δι’ Ἀριστοτέλην; τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν
11. τε καὶ Χρύσιππον; ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι
12. πόῤῥω τοὔνομα πεφοίτηκεν, οὐ διὰ τὴν τῆς γῆς ἀρετὴν,
13. λεπτόγεως γὰρ, ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ
14. πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι, μετέδοσάν τι καὶ τῇ
15. πατρίδι τοῦ σφετέρου κλέους. Μάθοις δ’ ἂν ἐναργέστατα
16. τὸ τοιοῦτον ἀληθὲς ὂν, εἰ τὸν Ὑπέρβολον ἢ
17. τὸν Κλέωνα λογίσαιο τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας,
1. ὅσον ἄν τις εἰς περιφάνειαν κακῶν
2. ἐπικτήσαιτο.

3. Ἦν ὅτε σύας βοιώτιον ἔθνος ἔνεπον,

4. ὁ Πίνδαρος φησί. καὶ πάλιν ὁ αὐτός·

5. Εἰ ἐκφεύγομεν βοιωτίαν
6. Σῦν.

7. ἀξιῶν, ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’ ἀμαθίᾳ ψόγον ἀπολύεσθαι
8. διὰ τὴν ἑαυτοῦ μουσικήν.

Cliquer un n° de page pour en afficher l’image