4. Ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν
5. ἀκηκοότες λόγων, ἐπὶ τέχνης μάθησιν ὥρμησθε, μή τις
6. ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε, ματαιοτεχνίαν
7. διδάξηται, γιγνώσκοντας, ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων
8. οὐκ ἐστὶ τὸ τέλος βιωφελὲς, ταῦτ’ οὐκ εἰσὶ
9. τέχναι. Καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα
10. γιγνώσκειν, ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἶον τό τε πεττευριπτεῖν
11. καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν, ἐν κύκλῳ τε
12. περιδινεῖσθαι μὴ σκοτούμενον, οἷα τά τε Μυρμηκίδου τοῦ
13. Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου. Τὸ δὲ τῶν
14. ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μήποτ’ ἄρα τοῦτο
15. καὶ ῥώμην σώματος ἐπαγγελλόμενον, καὶ τὴν παρὰ τοῖς
16. πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι τετιμημένον
17. ἡμερησίαις ἀργυρίου δόσεσι, καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι
1. τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων, ὡς
2. προκριθῆναι τινὸς τέχνης. Ὅθεν ἄμεινον προδιασκέψασθαι
3. περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος.
4. Τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ
5. τοῖς θεοῖς τε καὶ τοῖς ἀλόγοις ζώοις· τοῖς μὲν καθ’
6. ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν. Βέλτιον οὖν
7. ἐστὶ τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον, ἐπιμελήσασθαι
8. παιδείας, ἧς τυχόντες μὲν, τὸ μέγιστον τῶν ἀγαθῶν
9. ἕξομεν· ἀποτυχόντες δὲ, οὐκ αἰσχυνούμεθα τῶν ἀχρήστων
10. ζώων ἐλαττούμενοι. Σώματος δ’ ἄσκησις ἀθλητικὴ,
11. ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ, τῶν ἀλόγων
12. ζώων οὐδέπω κρείττων· τίς γὰρ λεόντων ἢ ἐλεφάντων
13. ἀλκιμώτερος; τίς δ’ ὠκύτερος λαγωοῦ; Τίς δ’ οὐκ οἶδεν, ὡς
14. καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινουμένους;
15. ὡς καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι
1. τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν, ἢ δίσκον
2. ἔῤῥιψαν, ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν
3. εὐεργεσίαν. Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι
4. πρότερον ἤστην, εἴτ’ ἀρχῆθεν θεοὶ, τιμῶν ἀξιοῦνται μεγίστων,
5. ὁ μὲν διὰ τὴν ἰατρικὴν, ὁ δ’, ὅτι τὴν περὶ τὰς ἀμπέλους
6. ἡμᾶς τέχνην ἐδίδαξεν. Εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι,
7. τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον. οὗτός ἐστιν
8. ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι,
9. καὶ τῷ Λυκούργῳ προσφωνήσας, ᾧδ’ εἶπεν·
13. Ὁ δὲ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται
14. τιμῶν οὐ τὰ μέτρια. τὸν γοῦν φονέα, βουλόμενον εἰσελθεῖν
15. εἰς τὸν νεὼν αὐτοῦ, διεκώλυσεν εἰπών·