ΓΑΛΠΝΟΥ
ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΕΠ ΙΑΤΡΙΚΗΝ.
1. Εἰ μὲν μηδ’ ὅλως λόγου μέτεστι τοῖς ἀλόγοις
2. ὀνομαζομένοις ζῴοις ἄδηλόν ἐστιν. ἴσως γὰρ εἰ καὶ μὴ
3. τοῦ κατὰ τὴν φωνήν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν,
4. ἀλλὰ τοῦ γε 〈κατὰ〉 τὴν ψυχήν, ὃν ἐνδιάθετον καλοῦσι,
5. μετέχει πάντα, τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον. ὅτι μέντοι
6. πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον
7. ἡμῖν ἐστιν ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν ὧν μεταχειρίζεται
8. τὸ ζῷον τοῦτο καὶ ὅτι μόνος ἅνθρωπος ἐπιστήμης
9. ἐπιδεκτικὸς ἣν ἂν ἐθελήσῃ τέχνην μανθάνει. τὰ μὲν
10. γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστι πλὴν ὀλίγων δή
11. τινων ἐν ὀλίγοις· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον ἢ προαιρέσει
12. τεχνῶν εὐτύχηκεν· ὁ δ’ ἄνθρωπος οὔτε τινὸς τῶν
13. παρ’ ἐκείνοις ἀμελέτητος, 〈ὃς〉 [ἀλλὰ] καὶ τὴν ὑφαντικὴν
14. ἐμιμήσατο τὰς ἀράχνας καὶ πλάττει καθάπερ αἱ μέλισσαι
15. καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι καίτοι πεζὸς ὤν, ἀλλὰ
16. καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν τὴν
17. Ἀσκληπιοῦ τέχνην ἰατρικήν, ζηλῶν δ’ Ἀπόλλωνος αὐτήν
18. τε ταύτην καὶ τὰς ἄλλας ἁπάσας ἃς ἔχει, τοξικὴν μουσικὴν
19. μαντικήν, ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν.
1. οὐδὲ γὰρ γεωμετρίας οὐδ’ ἀστρονομίας ἀφίσταται, ἀλλὰ
2. καὶ τὰ τῆς γῆς νέρθεν καὶ τὰ ὕπερθε τοῦ οὐρανοῦ κατὰ
3. Πίνδαρον ἐπισκοπεῖ. ἐξεπορίσατο δ’ ὑπὸ
4. φιλοπονίας καὶ τὸ μέγιστον τῶν θείων ἀγαθῶν φιλοσοφίαν.
5. διὰ ταῦτα τοίνυν κἂν 〈εἰ〉 λόγου μέτεστι τοῖς
6. ἄλλοις ζῴοις, κατ’ ἐξοχὴν αὐτῶν [καὶ] ὁ ἄνθρωπος μόνος
7. ὀνομάζεται λογικός.