Galenus. Exhortatio ad medicinam – Protrepticus (Protr.) [n° 001 Fichtner] [GalLat]

Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Adhortatio ad artes addiscendas, 10, ed. Kühn, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).

Protrepticus, 10, ed. Kaibel, 1894, p. 13-15. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2:10

9. λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις.
10. ἀλλ’ οὐκ ἐρεῖς ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή
11. τι τοῦ μάρτυρος ὡς οὐκ ἀξιόχρεω κατέγνωκας· ἐμφαίνειν
12. γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον
13. ἄγῃς μάρτυρας καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ.
14. καίτοι 〈γ’〉 οὔτε νοσῶν εὖ οἶδ’ ὅτι τοῖς πολλοῖς ἂν
15. ἐπιτρέψαις αὑτὸν ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων καὶ
16. τούτων τοῖς ἰατρικωτάτοις, οὔτ’ ἂν πλέων ἅπασι τοῖς
17. συμπλέουσιν ἀλλ’ ἑνὶ τῷ κυβερνήτῃ, ἤδη δὲ ἐπὶ τῶν
18. σμικροτάτων τέκτονι μὲν τεκταινόμενος, ὑποδημάτων δὲ
19. χρῄζων τῷ σκυτοτόμῳ. πῶς ἂν οὖν ἔνθα περὶ πρωτείων
20. ὁ ἀγών ἐστι, σαυτῷ διδοίης τῆς κρίσεως τὴν ἐξουσίαν,
21. ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων ἢ κατὰ σαυτόν; παρίημι
22. γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν. ἄκουσον οὖν
23. ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν·

24. κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
25. οὐδὲν κάκιον ἔστιν ἀθλητῶν γένους·
26. οἳ πρῶτον οἰκεῖν οὔτε μανθάνουσιν εὖ
27. οὔτ’ ἂν δύναιντο. πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
28. γνάθου τε δοῦλος νηδύος θ’ ἡττημένος,
29. κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πάτρας;
30. οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
1. 〈οἷοί τ’〉· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
2. σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.

3. ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν
4. ἐστιν, ἄκουε πάλιν εἴπερ ἐθέλεις ἅ φησιν·

5. τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ
6. ἢ δίσκον ἄρας ἤ γνάθον πλήξας καλῶς
7. πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;

8. εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις,
9. ἄκουε πάλιν ἅ φησι·

10. πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
11. δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων ποσὶ
12. θέοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
13. οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.

14. πότερον οὖν Εὐριπίδου μὲν καὶ τῶν τοιούτων καταγνῶμεν,
15. τοῖς δὲ φιλοσόφοις ἐπιτρέψωμεν τὴν κρίσιν; ἀλλὰ καὶ
16. πρὸς τούτων ἁπάντων ὥσπερ ἐξ ἑνὸς στόματος ὡμολόγηται
17. φαῦλον εἶναι τὸ ἐπιτήδευμα. οὐδὲ μὴν οὐδὲ τῶν
18. ἰατρῶν τις ἐπῄνεσεν αὐτό· πρῶτον μὲν γὰρ Ἱπποκράτους
19. ἀκούσῃ λέγοντος ‘διάθεσις ἀθλητικὴ οὐ φύσεις, ἕξις
20. ὑγιεινὴ κρείσσων’, ἔπειτα δὲ καὶ τῶν
21. ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν ἀρίστων ἰατρῶν. ὅλως
22. μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην κρίνεσθαι· ῥητορικὸν
23. γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος ἀλήθειαν ἀνδρός·
24. ὅμως δ’ ἐπειδή τινες ἐπὶ τὸν τῶν πολλῶν ἔπαινον καταφεύγουσι
25. καὶ τὴν παρὰ τούτων κενὴν δόξαν, ἀφέντες
26. αὐτὸ 〈τὸ〉 ἐπιτήδευμα γυμνὸν τῶν ἔξωθεν σκοπεῖν,
27. ἠναγκάσθην κἀγὼ τούτους προχειρίσασθαι τοὺς μάρτυρας,
28. ἵν’ ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι γιγνώσκωσιν. ὅθεν
29. οὐδὲ τὸ τῆς Φρύνης ἄκαιρον ἤδη μοι διηγήσασθαι. αὕτη
30. ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης ὡς ἕκαστον
1. ἐν μέρει προστάξαι τοῖς συμπόταις ὃ βούλοιτο, θεασαμένη
2. παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ ψιμυθίῳ καὶ
3. φύκει κεκαλλωπισμένας ἐκέλευσεν ὕδατος κομισθέντος
4. ἀρυσαμένας ταῖς χερσὶ προσενεγκεῖν ἁπάσας τῷ προσώπῳ
5. καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι σινδονίῳ, καὶ αὐτὴ
6. πρώτη τοῦτ’ ἔπραξε. ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις σπίλου
7. τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιότατα ἰδεῖν τοῖς
8. μορμολυκείοις, αὐτὴ δὲ 〈καὶ〉 καλλίων ἐφάνη· μόνη γὰρ
9. ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλή, μηδεμιᾶς πανουργίας
10. κομμωτικῆς δεομένη. ὥσπερ οὖν τὸ ἀληθινὸν
11. κάλλος ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ τῶν
12. ἔξωθεν αὐτῷ προσόντων ἁπάντων γυμνωθέν, οὕτω καὶ
13. τὴν ἀθλητικὴν ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην,
14. εἴ τι φαίνοιτ’ ἔχειν χρήσιμον ἢ κοινῇ ταῖς πόλεσιν ἢ
15. ἰδίᾳ τοῖς μεταχειριζομένοις αὐτήν.

Cliquer un n° de page pour en afficher l’image