25. ἀλλ’ ἴσως τῶν 〈μὲν〉 εἰρημένων οὐδενός, ἰσχύος
26. 〈δ’〉 ἀντιποιήσονται· τοῦτο γὰρ εὖ οἶδ’ ὅτι φήσουσιν,
27. ἰσχυρότατοι πάντων εἶναι. ποίας, ὦ πρὸς θεῶν, ἰσχύος
28. καὶ ποῦ χρησίμης; πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν
1. ἔργων; πάνυ μὲν οὖν καλῶς ἢ σκάπτειν ἢ θερίζειν ἢ
2. ἀροῦν 〈ἤ〉 τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται.
3. ἀλλ’ ἴσως 〈τῆς〉 εἰς τὰ πολεμικά; τὸν Εὐριπίδην αὖθίς
4. μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων ‘πότερα
5. μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν δίσκους ἔχοντες;’ τῷ
6. γὰρ ὄντι ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας’. ἀλλὰ
7. πρὸς κρύος καὶ θάλπος ἰσχυροί; αὐτοῦ γε τοῦ Ἡρακλέους
8. ζηλωταί, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι,
9. ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι,
10. χαμευνεῖν· ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων
11. εἰσὶν ἀσθενέστεροι. ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται
12. ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δήπου
13. [ὅτι ἐπὶ] τῷ τοὺς σκυτοτόμους ἢ 〈τοὺς〉 τέκτονας ἢ τοὺς
14. οἰκοδόμους οἷοί τ’ εἶναι καταβάλλειν ἐν παλαίστρᾳ τε
15. καὶ σταδίῳ; τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι
16. 〈θαυμάζεσθαι〉 δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς
17. ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει, καὶ εἴπερ ἐπὶ τούτῳ,
18. μέγα χρὴ φρονεῖν 〈καὶ〉 ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ
19. λούεσθαι. ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων
20. ἀναθέμενος τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης
21. διεκόμισέ ποτε τὸ στάδιον. ὦ τῆς ὑπερβαλλούσης ἀνοίας,
22. ὡς μηδὲ τοῦτο γιγνώσκειν ὅτι πρὸ βραχέος τὸ βαρύτατον
23. τοῦτο σῶμα τοῦ ταύρου ζῶντος ἐβάσταζεν ἡ ψυχὴ τοῦ
24. ζῴου, καὶ πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων, ἥ γε καὶ
25. θεῖν ἠδύνατο βαστάζουσα· ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία,
26. παραπλησίως τῇ Μίλωνος. ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ
27. τἀνδρὸς ὅπως ἦν ἀνόητος· ὅς γε θεασάμενός ποτε νεανίσκον
28. σχίζοντα κατὰ μῆκος ξύλον ἐνθέσει σφηνῶν,
1. ἐκεῖνον μὲν ἀπέστησε καταγελάσας, αὐτὸς δὲ διὰ τῶν
2. ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε διασπᾶν αὐτό. κἄπειθ’
3. ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ πληρώσας
4. διέστησε μὲν ἑκατέρωσε τὰ μέρη τοῦ ξύλου, τῶν σφηνῶν
5. δ’ ἐκπεσόντων ἐν τῷδε τὸ λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν
6. διαστῆσαι μέχρι πολλοῦ μὲν ἀντεῖχεν, ὕστερον δὲ
7. νικηθεὶς οὐκ ἔφθασε κομίσασθαι τὰς χεῖρας, ἀλλ’ ὑπὸ
8. τῶν μερῶν τοῦ ξύλου συνελθόντων ἀλλήλοις καταληφθεῖσαι
9. συνετρίβησαν μὲν αὗται πρῶται, θανάτου δ’ οἰκτροῦ τῷ
10. Μίλωνι κατέστησαν αἴτιαι. πάνυ μὲν οὖν ὤνησεν αὐτὸν
11. εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν τῷ σταδίῳ
12. βασταχθείς· ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν ἄν, ἡνίκα
13. πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ Μίλωνος
14. ἐνέργεια [περὶ τὸν ταῦρον], ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους
15. σοφία πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμόν,
16. εἶτα στρατηγήσαντος ὡς ἐχρῆν; ‘σοφὸν γὰρ ἓν βούλευμα
17. 〈τὰς〉 πολλὰς χέρας νικᾷ, σὺν ὅπλοις δ’ ἀμαθία χεῖρον
18. κακόν.
19. ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος
20. ἡ τῶν ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν·
21. ὅτι δὲ καὶ ἐν αὐτοῖς οἷς ἀσκοῦσιν οὐδενός εἰσιν ἄξιοι
22. λόγου μάθοιτ’ ἄν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον,
23. ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι
24. διεσκεύασεν. ἐστὶ δὲ οὗτος. εἰ Λιὸς γνώμῃ πᾶσι τοῖς
25. ζῴοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς
26. τὸν ἐν Ὀλυμπίᾳ κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς
27. ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς
28. ζῴοις εἰς τὸ στάδιον ἥκειν [ἓν], οὐδένα ἂν ἄνθρωπον
29. οἶμαι στεφθήσεσθαι. ‘ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος,
30. φησίν, ὁ ἵππος ἔσται, τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται,
1. ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει. μερόπων δ’ ἐναρίθμιος
2. οὐδεὶς ἐν ποσίν, ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.’
3. ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τις ἐλέφαντος ἢ λέοντος
4. ἰσχυρότερος ἂν φανείη. οἶμαι δ’ ὅτι καὶ ταῦρος πυγμῇ
5. στεφθήσεται. ‘καὶ ὄνος, φησί, λὰξ ὅτι εἰ βούλεται ἐρίσας
6. αὐτὸς τὸν στέφανον οἴσεται. αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ
7. γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτ’ ἄνδρα
8. (εἰκοστὴ δὲ καὶ πρώτη ὀλυμπιὰς ἦν ὅτ’ ἐνίκα) Ὀγκηστής.’
9. πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν
10. ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων·
11. καίτοι γ’ εἰ μηδ’ ἐν ἰσχύι πρωτεύουσι τῶν ζῴων οἱ
12. ἀθληταί, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν;