Galenus. Exhortatio ad medicinam – Protrepticus (Protr.) [n° 001 Fichtner] [GalLat]

Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Adhortatio ad artes addiscendas, 14, ed. Kühn, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).

Protrepticus, 14, ed. Kaibel, 1894, p. 21-22. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2:14

 

13. εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι
14. φαίη, οὐδ’ αὐτῆς ταύτης αὐτοῖς μέτεστιν οὔτ’ οὖν ἀθλοῦσιν
15. οὔτε καταλύσασιν· εἴ γε παρὰ μὲν τὸν τῆς ἀθλήσεως
16. χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσίν, οὐ γυμναζόμενοι
17. μόνον ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες, ἡνίκα δὲ
18. καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη
19. τοῦ σώματος γίγνονται.

20. τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα
21. σεμνύνονται· καὶ μὴν ἔστιν ὑμῖν θεάσασθαι πάντας
22. αὐτοὺς ὀφείλοντας οὐ μόνον ἐκεῖνον τὸν χρόνον καθ’ ὃν
23. ἀθλοῦσιν ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδ’ ἂν
24. εὕροις ἀθλητὴν οὐδένα πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων
25. οἰκονόμων ἀνδρὸς πλουσίου. ἐστὶ δ’ οὐδ’ αὐτὸ τὸ
26. πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ
27. τοιαύτην ἐπίστασθαι τέχνην ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει·
1. ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων
2. οὔτε τοῖς τελώναις ἢ τοῖς ἐμπόροις ὑπάρχει. καίτοι
3. πλουτοῦσιν ἐξ ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλ’ ἐὰν
4. ἀπολέσωσι τὰ χρήματα, συναπολλύουσιν αὐτοῖς καὶ τὰς
5. πράξεις, ἀφορμῆς μέν τινος χρημάτων εἰς αὐτὰς δεόμενοι,
6. τῷ δ’ οὐκ ἔχειν ταύτην ἄρξασθαι τῆς ἀρχαίας
7. πράξεως ἀδυνατοῦντες· οὐδὲ γὰρ δανείζει τις αὐτοῖς
8. χωρὶς ἐνεχύρων ἢ ὑποθηκῶν.

9. ὥστ’ εἰ καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ
10. ἄδοξον ἀξιοῖ τις ὑμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον
11. ἐστὶ διὰ παντὸς τοῦ βίου καὶ παραμενοῦσαν. ἀλλὰ
12. διττῆς οὔσης διαφορᾶς τῆς πρώτης ἐν ταῖς τέχναις (ἔνιαι
13. μὲν γὰρ αὐτῶν λογικαί τ’ εἰσὶ καὶ σεμναί, τινὲς δ’ εὐκαταφρόνητοι
14. καὶ διὰ τῶν τοῦ σώματος πόνων, ἃς δὴ
15. βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν), ἄμεινον
16. ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί τινα.
17. τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἐπιλείπειν εἴωθε
18. γηρῶντας τοὺς τεχνίτας. εἰσὶ δ’ ἐκ τοῦ προτέρου γένους
19. ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσική, γεωμετρία τε καὶ
20. ἀριθμητικὴ καὶ λογιστική, καὶ ἀστρονομία καὶ γραμματικὴ
21. καὶ νομική· πρόσθες δ’ εἰ βούλει ταύταις πλαστικήν
22. τε καὶ γραφικήν· εἰ γὰρ καὶ διὰ τῶν χειρῶν
23. ἐνεργοῦσιν, ἀλλ’ οὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον
24. αὐτῶν. ἐκ τούτων οὗν τινα τῶν τεχνῶν ἀναλαμβάνειν
25. τε καὶ ἀσκεῖν χρὴ τὸν νέον, ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ
26. βοσκηματώδης ἐστί, καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις,
27. ἥτις ὡς ἡμεῖς φαμεν ἐστὶν ἰατρική. τοῦτο δ’ αὐτὸ
28. δεικτέον ἐφεξῆς.

Cliquer un n° de page pour en afficher l’image