Galenus. Exhortatio ad medicinam – Protrepticus (Protr.) [n° 001 Fichtner] [GalLat]

Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Adhortatio ad artes addiscendas, 5, ed. Kühn, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).

Protrepticus, 5, ed. Kaibel, 1894, p. 4-5. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2:5

12. ὁ δ’ ἕτερος τῶν χορῶν πάντες μὲν κόσμιοι καὶ
13. τεχνῶν ἐργάται, οὐ θέουσι δὲ οὐδὲ βοῶσιν οὐδ’ ἀλλήλοις
14. μάχονται· ἀλλ’ ἐν μέσοις μὲν αὐτοῖς ὁ θεός, ἀμφ’ αὐτὸν
15. δ’ ἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος ἣν
16. ἐκεῖνος ἔδωκεν οὐκ ἀπολείποντες· οἱ μὲν ἔγγιστα τῷ
17. θεῷ καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι γεωμέτραι
18. καὶ ἀριθμητικοὶ καὶ φιλόσοφοι καὶ ἰατροὶ καὶ ἀστρονόμοι
19. καὶ γραμματικοί, τούτων δ’ ἐφεξῆς [ὁ δεύτερος χορὸς]
20. ζωγράφοι πλάσται γραμματισταί, τέκτονές τε καὶ ἀρχιτέκτονες
21. καὶ λιθογλύφοι, καὶ μετ’ αὐτοὺς δ’ ἡ τρίτη
22. τάξις, αἱ λοιπαὶ τέχναι πᾶσαι. κατὰ μέρη μὲν οὕτω
23. κεκόσμηνται· πάντες δὲ πρὸς τὸν θεὸν ἀποβλέπουσι
24. κοινῷ τῷ παρ’ αὐτοῦ προστάγματι πειθόμενοι. θεάσῃ
25. δὲ κἀνταῦθα πολλοὺς μετ’ αὐτοῦ τοῦ θεοῦ, τετάρτην δή
26. τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον, οὐχ οἷοί τινες ἦσαν
27. οἱ μετὰ τῆς Τύχης· οὐ γὰρ ἀξιώμασι πολιτικοῖς οὐδὲ
28. γένους ὑπεροχαῖς οὐδὲ πλούτῳ τοὺς ἀρίστους ὁ θεὸς
29. οὗτος εἴθισται κρίνειν, ἀλλὰ τοὺς καλῶς μὲν βιοῦντας,
30. ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας, ἑπομένους δὲ
31. τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως τὰς τέχνας ἐργαζομένους
1. τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων ἄγει, περὶ αὑτὸν
2. ἔχων ἀεί. τοῦτον οἶμαι τὸν χορὸν νοήσας ὁποῖός ἐστιν
3. οὐ μόνον ζηλώσεις ἀλλὰ καὶ προσκυνήσεις. Σωκράτης
4. ἔστιν ἐν αὐτῷ καὶ Ὅμηρος καὶ Ἱπποκράτης καὶ Πλάτων
5. καὶ οἱ τούτων ἐρασταί, οὓς ἴσα καὶ τοῖς θεοῖς σέβομεν,
6. οἷον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ θεοῦ. 〈καὶ〉 τῶν
7. δ’ ἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη ποτὲ πρὸς
8. αὐτοῦ· οὐ μόνον γὰρ [τῶν] παρόντων πεφρόντικεν ἀλλὰ
9. καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ ἀπολείπεται.
10. Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων τοῦ
11. σκάφους ἀπολομένου ἐπὶ τὰς Συρακοσίων ᾐόνας ἐξεβράσθη,
12. πρῶτον μὲν ἐθάρρησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα
13. γεωμετρικόν· ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ
14. σοφοὺς ἄνδρας, οὐκ εἰς βαρβάρους ἥκειν. ἔπειτα παραγενόμενος
15. εἰς τὸ Συρακοσίων γυμνάσιον καὶ ταυτὶ τὰ
16. ἔπη φθεγξάμενος ‘τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν
17. τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασι’
18. προσιόντας τέ τινας ἔσχεν αὑτῷ καὶ γνωρίζοντας ὅστις
19. εἴη καὶ πάντων ὧν ἐδεῖτο μεταδιδόντας εὐθέως. ὡς δ’
20. εἰς Κυρήνην αὐτοῦ τὴν πατρίδα μέλλοντές τινες πλεῖν
21. ἐπυνθάνοντο, μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν
22. αὐτοὺς ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα ἃ καὶ ναυαγήσαντι συνεκκολυμβήσει.

Cliquer un n° de page pour en afficher l’image