23. πολλοὶ δὲ τῶν κακοδαιμόνων καὶ πάντα πρὸς
24. τὸν πλοῦτον ἀποβλεπόντων ἐν τοιαύταις πραγμάτων περιστάσεσι
25. γενόμενοι χρυσὸν ἢ ἄργυρον ἐξαψάμενοί τε καὶ
26. περιθέμενοι τῷ σώματι προσαπώλεσαν αὐτοῖς καὶ τὴν
27. ψυχήν, οὐδὲ τοῦτο δυνάμενοι συνιδεῖν ὅτι καὶ τῶν ἀλόγων
28. ζῴων αὐτοὶ πρῶτοι τὰ ταῖς τέχναις κεκοσμημένα μᾶλλον
29. ἀσπάζονται. καὶ γὰρ τοὺς πολεμικοὺς ἵππους καὶ τοὺς
30. θηρατικοὺς κύνας πρὸ τῶν ἄλλων τιμῶσι καὶ τοὺς μὲν
31. οἰκέτας ἐκδιδάσκονται τέχνας, πάμπολυ πολλάκις εἰς
1. αὐτοὺς ἀργύριον ἀναλίσκοντες, ἑαυτῶν δ’ ἀμελοῦσι.
2. καίτοι 〈γ’〉 οὐκ αἰσχρὸν τὸν οἰκέτην μὲν ἐνίοτε δραχμῶν
3. εἶναι μυρίων ἄξιον, αὐτὸν δὲ τὸν δεσπότην αὐτοῦ μηδὲ
4. μιᾶς; καὶ τί λέγω μιᾶς· οὐδ’ ἂν προῖκά τις τὸν τοιοῦτον
5. λάβοι. μήποθ’ ἑαυτοὺς μόνους ἠτιμάκασιν ἐκ πάντων
6. μηδεμίαν ἐκμαθόντες τέχνην; ὅταν γὰρ καὶ τὰ ἄλογα
7. τῶν ζῴων ἐν τεχνικοῖς ἐπιτηδεύμασι παιδεύωσι καὶ οἰκέτην
8. ἀργὸν καὶ ἄτεχνον οὐδενὸς ἄξιον νομίζωσι, ἐπιμελῶνται
9. δὲ καὶ τῶν χωρίων καὶ τῶν ἄλλων κτημάτων
10. ὅπως ἕκαστον εἰς δύναμιν ὅτι βέλτιστον ᾖ, μόνων δ’
11. ἑαυτῶν ἀμελῶσι, μηδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκοντες,
12. εὔδηλον ὅτι τοῖς ἀποβλήτοις τῶν οἰκετῶν ἐοίκασιν. ὥστε
13. τις ἐπιστὰς ἀνδρὶ τοιούτῳ προσηκόντως ἂν εἴποι πρὸς
14. αὐτὸν ‘ὦ ἄνθρωπε, οἰκία μέν σοι [εὖ ἔχει] καὶ τἀνδράποδα
15. πάντα καὶ ἵπποι δὴ καὶ κύνες καὶ χωρία καὶ ὅσα
16. κέκτησαι διάκειται καλῶς· αὐτὸν δὲ σὲ οὐκ ἀγαθὴ κομιδὴ
17. ἔχει’. καλῶς οὖν καὶ ὁ Ἀντισθένης καὶ ὁ
18. Διογένης, ὃ μὲν χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους
19. καὶ ἀπαιδεύτους, ὃ δὲ ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς
20. ἀπεικάζων αὐτούς· ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους
21. ἀλλὰ κόρακας ἢ κολοιοὺς ἐσθίειν, τούτων τε
22. τὰ χρήματα μηδὲν μὲν ὄφελος εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι
23. δ’ ὑπὸ τῶν κολάκων, οἵτινες ἐὰν οὕτως τύχῃ
24. πάντων αὐτοῖς ἀναλωθέντων ἀπαντῶντες παρέρχονται
25. μὴ γνωρίζειν προσποιούμενοι. ὅθεν οὐδ’ ὁ ταῖς κρήναις
26. τοὺς τοιούτους εἰκάσας ἄμουσός τις ἦν· καὶ γάρ τοι καὶ
27. οἱ ἀπὸ τῶν κρηνῶν ὑδρευόμενοι πρόσθεν, ἐπειδὰν μηκέτ’
28. ἔχωσιν ὕδωρ ἀνασυράμενοι προσουροῦσι. καὶ ἐστὶν εὔλογον
29. τοὺς διὰ μηδὲν ἄλλ’ ἢ τὰ χρήματα περιβλέπτους
30. ἅμα τῷ στερηθῆναι τούτων εὐθὺς καὶ τῶν ἄλλων ἃ διὰ
31. ταῦτ’ εἶχον ἐστερῆσθαι. τί γὰρ ἂν καὶ πάθοιεν, ἴδιον
1. μὲν οὐδὲν ἀγαθὸν κεκτημένοι, ἀεὶ δ’ ἐπ’ ἀλλοτρίοις [καὶ]
2. τοῖς παρὰ τῆς Τύχης ἐπαιρόμενοι.
⟨
(Protr.) [n° 001 Fichtner] [GalLat]
Exhortatio ad medicinam – Protrepticus
Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Adhortatio ad artes addiscendas, 6, ed. Kühn, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).
Protrepticus, 6, ed. Kaibel, 1894, p. 5-7. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩