3. τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν
4. προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα· καὶ γὰρ
5. καὶ οὗτοι σπάνει τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος ἥκουσιν,
6. οὐδὲ τοσοῦτον γιγνώσκοντες ὅτι ἡ ἄρα εὐγένεια αὕτη ἐφ’
7. ᾗ σεμνύνονται τοῖς κατὰ πόλιν νομίσμασιν ἔοικεν, ἃ
8. παρὰ τοῖς θεμένοις ἰσχύοντα παρ’ ἄλλοις ἐστὶ κίβδηλα·
9. — οὐδ’ ηὑγένεια σ’ ἦρεν εἰς ὕψος μέγα;
10. — κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
11. καλὸς οὖν, [ἧ] φησὶν ὁ Πλάτων, θησαυρὸς
12. αἱ τῶν πατέρων ἀρεταί· κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι
13. τὸν τοῦ Σθενέλου λόγον ‘ἡμεῖς τοι πατέρων
14. μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι’. ταύτην γὰρ μόνην ἔχοιμεν
15. ἄν, εἰ δή τίς ἐστιν εὐγενείας χρεία, πρὸς οἰκεῖον
16. παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι· ὡς εἴ γε κατὰ
17. πολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, λύπη
18. μὲν ἂν εἴη κἀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις,
19. αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων ὅσῳ καὶ τὸ
20. γένος περιφανέστερον. οἱ μὲν γὰρ
21. [ἀμαθεῖς] παντάπασιν ἄσημοι τῷ γένει τοῦτο γοῦν αὐτὸ
22. κερδαίνουσι τὸ μὴ γιγνώσκεσθαι τοῖς πολλοῖς ὁποῖοί
23. τινές εἰσιν· ὅσοις δὲ τὸ λαμπρὸν καὶ διάσημον τοῦ
24. γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί ἄλλο ἢ
25. περιφανέστερον οὗτοι δυστυχοῦσιν; καὶ μὲν δὴ καὶ
26. καταγιγνώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους, ὥστ’
27. εἰ καί τις ἠλίθιος ὢν ὑπομιμνῄσκοι τὸ λαμπρὸν τοῦ
28. γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ
29. γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας
1. ἀνθρώπους τοῖς ἐκ γένους λαμπροῦ, ἀλλὰ τοὺς
2. μέν, κἂν μέτριοί τινες ὦσιν, ἀποδεχόμεθα τῇ δυσγενείᾳ
3. τῆς ἐνδείας τὴν αἰτίαν ἀναφέροντες, τοὺς δ’ εἰ μηδὲν
4. τῶν προγόνων ἄξιον ἔχοιεν οὐδέπω θαυμάζομεν, ἂν καὶ
5. τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν. ὥστ’ εἴ τις εὗ
6. φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν κἂν εὐγενὴς ᾗ
7. τοῦ γένους οὐκ ἀνάξιος φανεῖται, κἂν μὴ τοιοῦτος ὑπάρχῃ
8. τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν παλαιὸν
9. ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει ‘ἀλλ’
10. ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ
11. μὲν ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται, τὸ δὲ σὸν εἰς σὲ τελευτήσει’.
12. ὁρᾷς ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν
13. καὶ θαυμάζεσθαί τε καὶ σοφὸν ὀνομάζεσθαι· καίτοι
14. βάρβαρος ἦν τὸ γένος. οὗτός ποτε πρός τινος ὀνειδιζόμενος
15. ὅτι βάρβαρος εἴη καὶ Σκύθης ‘ἐμοὶ μέν, 〈εἶπεν〉,
16. ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ πατρίδι’, πάνυ καλῶς ἐπιπλήξας
17. τῷ μηδενὸς ἀξίῳ λόγου, μόνον δ’ ἐπὶ τῇ πατρίδι
18. σεμνυνομένῳ. εἰ γὰρ ἐπιστήσαις τοῖς πράγμασι τὸν
19. νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν δόξῃ τοὺς πολίτας
20. γιγνομένους, ἀλλ’ αὐτὸ δὴ τοὐναντίον διὰ τοὺς ἀγαθοὺς
21. ἄνδρας [ἐν ταῖς τέχναις] καὶ τὰς πατρίδας αὐτῶν μνημονευομένας.
22. τίς γὰρ 〈ἂν〉 ἦν Σταγίρων λόγος, εἰ μὴ δι’
23. Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ
24. Χρύσιππον· ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι πόρρω
25. τοὔνομα πεφοίτηκεν οὐ διὰ τὴν τῆς γῆς ἀρετήν — λεπτόγεως
26. γάρ — ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ
27. φύντας, οἳ πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι μετέδοσάν
28. τι καὶ τῇ πατρίδι τοῦ σφετέρου κλέους. μάθοις δ’ ἂν
29. ἐναργέστατα τὸ τοιοῦτον ἀληθὲς ὄν, εἰ τὸν Ὑπέρβολον
30. ἢ τὸν Κλέωνα λογίσαιο, τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν
31. κερδήσαντας ὅσον ἄν τις εἰς περιφάνειαν κακὸς ὢν ἐπικτήσαιτο.
1. ‘ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον’ ὁ Πίνδαρός
2. φησι, καὶ πάλιν ὁ αὐτὸς ‘εἰ φεύγομεν
3. Βοιωτίαν ὗν’, ἀξιῶν ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’
4. ἀμαθείᾳ ψόγον ἀπολύεσθαι διὰ τὴν ἑαυτοῦ μουσικήν.
⟨
(Protr.) [n° 001 Fichtner] [GalLat]
Exhortatio ad medicinam – Protrepticus
Προτρεπτικὸς ἐπ’ ἰατρικήν
Exhortation à l’étude de la médecine
Exhortation to Study the Arts (Protr.)
Adhortatio ad artes addiscendas, 7, ed. Kühn, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1
Barigazzi, 1991; Boudon-Millot, 2000.
Adhortatio ad artes addiscendas, 1821, vol. 1, p. 1-39. urn:cts:greekLit:tlg0057.tlg001.verbatim-lat1
Walther, 1936 (deu); Barigazzi, 1991 (ita); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Martinez Manzano, 2002 (spa).
Protrepticus, 7, ed. Kaibel, 1894, p. 7-9. urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc2:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩