5. ἐπαινέσειε δ’ ἄν τις καὶ τὸν Ἀθήνησι νομοθέτην,
6. ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ
7. παιδὸς τρέφεσθαι. τέχνης 〈γὰρ〉 ἁπάσης κατ’ ἐκεῖνον
8. μάλιστα τὸν χρόνον ἀσκουμένης ἡνίχ’ ὡραιότατα φαίνεται
9. τὰ σώματα, πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος
10. γεγενημένοις ἀμελῆσαι τῆς ἑαυτῶν ψυχῆς, εἶθ’ ὕστερον
11. ὅτ’ οὐδὲν ὄφελος λέγειν ‘εἴθ’ ὤφελεν τὸ κάλλος, ὅ με
12. διώλεσε, κακῶς ὀλέσθαι’. τηνικαῦτα δ’
13. αὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται σκοπεῖσθαι κελεύοντος
14. ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου. εἶτα καὶ
15. τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς, καὶ τὸν Εὐριπίδην
16. ἐπαινοῦσι λέγοντα οὐκ ἀσφαλὲς εἶναι περαιτέρω
17. τὸ κάλλος ἢ μέσον λαβεῖν. ἄμεινον οὖν ἐστιν
18. ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἠρινοῖς
19. ἄνθεσιν ἐοικυῖαν ὀλιγοχρόνιόν τε τὴν τέρψιν ἔχουσαν
20. ἐπαινεῖν 〈ἐκεῖνόν〉 τε καὶ τὴν Λεσβίαν
21. λέγουσαν ‘ὁ μὲν γὰρ καλὸς ὅσσον ἰδεῖν πέλεται
22. 〈καλός〉, ὁ δὲ κἀγαθὸς αὐτίκα καὶ καλὸς ἔσται’, πείθεσθαι
23. δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ,
24. τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα,
25. δεόμενον οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος ἀλλὰ καὶ
26. οἰκήσεως ἐπιτηδείας καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι
27. πρὸς αὐτὸ καθάπερ ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς
28. χειμῶνα· μοχθηρὸν γὰρ τὸ ‘ῥεχθέν δέ τε νήπιος ἔγνω’.
29. πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον
1. ἀνάσκητον νέου κάλλος; ἆρά γ’ εἰς πόλεμον; καὶ μὴν
2. οὐκ 〈ἂν〉 ἀστόχως τις ἐπιφωνήσειε τοῖς τοιούτοις ‘ἀλλὰ
3. σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο’ 〈ἢ〉 ‘ἀλλ’
4. εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε’. καὶ
5. γὰρ ὁ Νιρεὺς ‘κάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον
6. ἦλθεν, ἀλλ’ ἀλαπαδνὸς ἔην’, καὶ διὰ τοῦθ’ ἅπαξ αὐτοῦ
7. μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν νεῶν καταλόγῳ πρὸς ἐπίδειξιν,
8. ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων ἀνδρῶν ἀχρηστίας,
9. ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο τῶν εἰς τὸν βίον χρησίμων.
10. οὐδὲ μὴν εἰς πόρον χρημάτων, εἴ τινες τῶν
11. κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ χρήσιμον.
12. ὁ μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος χρηματισμὸς
13. ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν, ὁ δ’ ἀπὸ
14. σώματος καὶ κάλλους αἰσχρός ἐστι καὶ διὰ παντὸς
15. ἐπονείδιστος. χρὴ τοίνυν τὸν νέον πειθόμενον τῷ
16. παλαιῷ παραγγέλματι τὴν
17. ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεασάμενον, εἰ μὲν καλὸς
18. εἴη τὴν ὄψιν, ἀσκῆσαι τοιαύτην εἶναι καὶ τὴν ψυχήν,
19. ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν,
20. εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν
21. εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς, ἵν’ ἔχῃ
22. λέγειν τὸ Ὁμηρικόν ‘ἄλλος δ’ αὖτ’ εἶδος ἀκιδνότερος
23. πέλει ἀνήρ· ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἳ
24. δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν· ὃ δ’ ἀσφαλέως
25. ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
26. ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν’.
27. ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν
28. ἀνοήτοις ἐναργῶς φαίνεται μήτ’ ἐπὶ γένους
29. λαμπρότητι μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαρρήσαντας
30. καταφρονῆσαι τέχνης ἀσκήσεως. αὐτάρκη μὲν οὖν καὶ
31. ταῦτα· κάλλιον δ’ ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους
1. οἷον ἀγαθόν τινα ἐπῳδόν. ὃς ἑστιώμενος παρά τινι τῶν
2. μὲν ἑαυτοῦ πάντων ἀκριβῶς προνενοημένῳ, μόνου δ’
3. ἑαυτοῦ παντάπασιν ἠμεληκότι, χρεμψάμενος ὡς πτύσων
4. εἶτ’ ἐν κύκλῳ περισκοπήσας εἰς οὐδὲν μὲν τῶν πέριξ
5. ἔπτυσεν, αὐτῷ δὲ μόνῳ προσέπτυσε τῷ δεσπότῃ τῆς
6. οἰκίας. ἀγανακτοῦντος δ’ αὐτοῦ καὶ τὴν αἰτίαν ἐρωτῶντος
7. οὐδὲν ἔφησεν ὁρᾶν οὕτως ἠμελημένον τῶν κατὰ τὴν
8. οἰκίαν ὡς ἐκεῖνον. τοὺς γὰρ τοίχους ἅπαντας ἀξιολόγοις
9. γραφαῖς κεκοσμῆσθαι, τὸ δ’ ἔδαφος ἐκ ψήφων πολυτελῶν
10. συγκεῖσθαι θεῶν εἰκόνας ἔχον [ἐξ αὐτῶν] διατετυπωμένας,
11. ἅπαντά 〈τε〉 τὰ σκεύη λαμπρὰ καὶ καθαρὰ
12. καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι,
13. μόνον δ’ ἐκεῖνον ὁρᾶν ἠμελημένον. εἴθισται δ’ ἅπασιν
14. ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων
15. ἀποπτύειν. μὴ τοίνυν ἐάσῃς, ὦ μειράκιον, ἄξιον τοῦ
16. προσπτύεσθαι γενέσθαι σεαυτόν, μηδ’ ἂν ἅπαντά σοι
17. τἄλλα κάλλιστα διακεῖσθαι δοκῇ. σπάνιον μὲν γάρ ἐστι
18. καὶ τὸ τυχεῖν αὐτῶν ὁμοῦ πάντων, ὡς εὐγενῆ τε καὶ
19. πλούσιον εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν. εἰ δ’ ἄρα καὶ
20. συνέλοι ποτέ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν
21. αὐτὸν κατάπτυστον εἶναι.