22. ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες
23. λόγων ἐπὶ τέχνης μάθησιν ὥρμησθε· μή τις ὑμᾶς
24. ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε ματαιοτεχνίαν
25. ἢ κακοτεχνίαν ἐκδιδάξηται, γιγνώσκοντας ὡς
26. ὁπόσοις τῶν ἐπιτηδευμάτων οὔκ ἐστι τὸ τέλος βιωφελές,
27. ταῦτ’ οὐκ εἰσὶ τέχναι. καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς
28. καὶ πάνυ πέποιθα γιγνώσκειν ὅτι μηδὲν τούτων ἐστὶ
29. τέχνη, οἷον τό τε πετευρίζειν καὶ βαδίζειν ἐπὶ σχοινίων
30. λεπτῶν ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον...
1. οἷα τὰ Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ
2. Λακεδαιμονίου. τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον
3. ὑποπτεύω, μή ποτ’ ἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον
4. καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον,
5. δημοσίᾳ παρὰ τοῖς πατράσι [τετιμημένον] ἡμερησίαις
6. ἀργυρίου δόσεσιν καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι
7. τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων ὡς προκριθῆναί
8. τινος τέχνης. ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ
9. αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν
10. ἀπρόσκεπτος.
11. τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ
12. θεοῖς τε καὶ τοῖς ἀλόγοις ζῴοις, τοῖς μὲν καθ’ ὅσον
13. λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν. βέλτιον οὖν
14. ἐστι τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον
15. ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν τὸ μέγιστον
16. τῶν ἀγαθῶν ἕξομεν, ἀποτυχόντες δ’ οὐκ αἰσχυνούμεθα
17. τῶν χειρίστων ζῴων ἐλαττούμενοι. σώματος δ’ ἄσκησις
18. ἀθλητικὴ ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη
19. δὲ τῶν ἀλόγων ζῴων οὐδέπω κρείττων. τίς γὰρ λεόντων
20. ἢ ἐλεφάντων ἀλκιμώτερος, τίς δ’ ὠκύτερος λαγωοῦ; τίς
21. δ’ οὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ
22. τὰς τέχνας ἐπαινοῦμεν, οὕτως καὶ τῶν ἀνθρώπων τοὺς
23. ἀρίστους θείας ἀξιωθῆναι τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον
24. ἐν τοῖς ἀγῶσιν ἢ δίσκον ἔρριψαν ἢ διεπάλαισαν, ἀλλὰ
25. διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν. Ἀσκληπιός γέ τοι
26. καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι πρότερον ἤστην εἴτ’ ἀρχῆθεν
27. θεοί, τιμῶν ἀξιοῦνται μεγίστων, ὃ μὲν διὰ τὴν
28. ἰατρικήν, ὃ δ’ ὅτι τὴν περὶ τὰς ἀμπέλους ἠμᾶς τέχνην
29. ἐδίδαξεν. εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε
30. θεὸν αἰδέσθητι τὸν Πύθιον· οὗτός ἐστιν ὁ καὶ τὸν
31. Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ
32. τῷ Λυκούργῳ προσφωνήσας ὧδ’ εἶπεν·
5. ὁ δ’ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα
6. φαίνεται τιμῶν οὐ τὰ μέτρια· τὸν γοῦν φονέα βουλόμενον
7. εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ διεκώλυσεν εἰπών
8. ‘Μουσάων θεράποντα κατέκτανες· ἔξιθι νηοῦ’.