Galenus. De optimo docendi genere (De opt. doc. gen.) [n° 002 Fichtner] [GalLat]

Περὶ ἀρίστης διδασκαλίας
Meilleur enseignement
The Best Method of Teaching (Opt. Doct.)
Barigazzi, 1991.
De optima doctrina, 1821, vol. 1, p. 40-52. urn:cts:greekLit:tlg0057.tlg002.verbatim-lat1
Barigazzi, 1991 (ita); Martinez Manzano, 2002 (spa).

De optima doctrina, 1, ed. Kühn, 1821, vol. 1, p. 40-42. urn:cts:greekLit:tlg0057.tlg002.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΡΙΣΤΗΣ

ΔΙΔΑΣΚΑΛΙΑΣ.

1. Τὴν εἰς ἑκάτερα ἐπιχείρησιν ἀρίστην
2. εἶναι διδασκαλίαν ὁ Φαβωρῖνος φησίν. ὀνομάζουσι δ’ οὕτως οἱ
3. Ἀκαδημιακοὶ, καθ’ ἣν τὴν ἀντικειμένην προσαγορεύουσι. οἱ
4. μὲν οὖν παλαιότεροι τελευτᾷν αὐτὴν εἰς ἐποχὴν ὑπολαμβάνουσι,
5. ἐποχὴν καλοῦντες τὴν, ὡς ἂν εἴποι τὶς, ἀοριστίαν,
6. ὅπερ ἐστὶ περὶ μηδενὸς πράγματος ὁρίσασθαι, μηδὲ ἀποφήνασθαι
7. βεβαίως. οἱ νεώτεροι δὲ, οὐ γὰρ μόνος ὁ Φαβωρῖνος,
8. ἐνίοτε μὲν εἰς τοσοῦτον προάγουσι τὴν ἐποχὴν, ὡς μηδὲ
9. τὸν ἥλιον ὁμολογεῖν εἶναι καταληπτόν· ἐνίοτε δὲ εἰς τοσοῦτον
1. τὴν γνῶσιν, ὡς καὶ τοῖς μαθηταῖς ἐπιτρέπειν αὐτὴν,
2. ἄνευ τοῦ διδαχθῆναι πρότερον ἐπιστημονικὸν κριτήριον. οὐδὲ
3. γὰρ ἄλλο τί ἐστιν, ὃ Φαβωρῖνος εἴρηκεν ἐν τῷ περὶ τῆς
4. Ἀκαδημιακῆς διαθέσεως, ὃ Πλούταρχος ἐπιγέγραπται. λέγει
5. δὲ αὐτὸ ἐν τῷ πρὸς Ἐπίκτητον, ἐν ᾧ δήπουθεν ἐστὶν
6. Ὀνήσιμος ὁ Πλουτάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος. καὶ
7. μέντοι κᾀν τῷ μετὰ ταῦτα γραφέντι βιβλίῳ Ἀλκιβιάδη καὶ
8. τοὺς ἄλλους τοὺς Ἀκαδημιακοὺς ἐπαινεῖ, προσαγορεύοντας
9. μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας
10. δὲ τοῖς μαθηταῖς αἱρεῖσθαι τοὺς ἀληθεστέρους· ἀλλ’
11. ἐν τούτῳ μὲν εἴρηκε, πιθανὸν ἑαυτῷ φαίνεσθαι, μηδὲν
12. εἶναι καταληπτόν. ἐν δὲ τῷ Πλουτάρχῳ συγχωρεῖν ἔοικεν,
13. εἶναί τι βεβαίως γνωστόν. ἄμεινον γὰρ οὕτως ὀνομάζειν τὸ
14. καταληπτὸν, ἀποχωροῦντας ὀνόματι Στωϊκῷ. καὶ ἔγωγε
15. ἐθαύμαζον νὴ τοὺς θεοὺς, ὅπως ὁ Φαβωρῖνος εἰς τὴν
16. τῶν Ἀττικῶν φωνὴν εἰωθὼς μεταλαμβάνειν ἕκαστα τῶν
17. ὀνομάτων, οὐ παύεται λέγων, οὔτε τὸ καταληπτὸν,
18. οὔτε τὴν κατάληψιν, οὔτε τὴν καταληπτικὴν φαντασίαν,
19. οὔτε τὰ τούτοις ἀντικείμενα οἷον στερητικῶς λεγόμενα,
1. ἀκατάληπτον φαντασίαν, ἢ τὴν ἀκαταληψίαν αὐτήν.
2. ὡς δὲ καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανὸν, ἕτερον
3. δὲ πρὸς Δρύσωνα, καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα
4. περὶ τῆς καταληπτικῆς φαντασίας ἐπέγραψε. καὶ καθ’ ὅλα
5. γε αὐτὰ γενναίως ἀγωνίζεται, πειρώμενος ἐπιδεικνύναι τὴν
6. καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.

Cliquer un n° de page pour en afficher l’image