Galenus. De optimo docendi genere (De opt. doc. gen.) [n° 002 Fichtner] [GalLat]

Περὶ ἀρίστης διδασκαλίας
Meilleur enseignement
The Best Method of Teaching (Opt. Doct.)
Barigazzi, 1991.
De optima doctrina, 1821, vol. 1, p. 40-52. urn:cts:greekLit:tlg0057.tlg002.verbatim-lat1
Barigazzi, 1991 (ita); Martinez Manzano, 2002 (spa).

De optima doctrina, 2, ed. Kühn, 1821, vol. 1, p. 42-45. urn:cts:greekLit:tlg0057.tlg002.1st1K-grc1:2

7. Ἐγὼ δ’ οὔτ’ ἄλλο τι καταληπτὸν ἡγοῦμαι
8. σημαίνειν παρὰ τὸ γνωστὸν, οὔτ’ ἄλλο τι τὸ καταλαμβάνεσθαι
9. τοῦ βεβαίως γιγνώσκειν, ἀνάλογον δ’ αὐτοῖς λέγεσθαι
10. τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν.
11. ἐπειδὴ γὰρ ἔνια μὲν οἰόμεθα ἢ βλέπειν, ἢ ἀκούειν,
12. ἢ ὅλως αἰσθάνεσθαι, καθάπερ ἐν ὀνείροις καὶ μανίαις,
13. ἔνια δὲ οὐκ οἰόμεθα μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ὁρῶμεν,
14. ἢ ὅλως αἰσθανόμεθα, ταυτὶ μὲν τὰ δεύτερα πάντες
15. ἄνθρωποι πλὴν Ἀκαδημιακῶν τε καὶ Πυῤῥωνείων εἰς βεβαίαν
16. γνῶσιν ἥκειν νομίζουσιν, ἃ δ’ ὄναρ ἢ παραπαιόντων
17. ἡ ψυχὴ φαντάζεται, ψευδῆ ταῦθ’ ὑπάρχειν. εἰ μὲν δὴ
1. συγχωροῦσιν αὐτὸ τοῦθ’ οὕτως ἔχειν, ἐξαλειψάτωσαν, ἐν οἷς γράφουσι,
2. μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα, μήτε τοῦ νοσοῦντος
3. τὸν ὑγιαίνοντα, μήτε τοῦ κοιμωμένου τὸν ἐγρηγορότα πιστότερον
4. ὑπάρχειν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. εἰ δ’ οὐδὲν μᾶλλον
5. ἐκείνοις ἐστὶν ἢ τοῖς ἐναντίως διακειμένοις γνωστὸν, συγκέχυται
6. μὲν δήπου τὰ τῆς ἀληθείας κριτήρια, οὔτ’ αὐτὸς ὁ διδάσκαλος
7. ὁ Ἀκαδημιακὸς, οὔτ’ ὁ μαθητὴς αὐτοῦ δυνήσεται κρῖναι τοὺς
8. εἰς ἑκάτερα τῶν ἀντικειμένων εἰρημένους λόγους. ἔτι δὲ οὐ δεησόμεθα
9. τὴν ἀρχὴν τοιούτων διδασκάλων, δυνάμενοί γε καὶ
10. αὐτοὶ τὰ γεγραμμένα τοῖς ἀπὸ τῶν αἱρέσεων ἀντιδιῃρημένων
11. ἀναγινώσκειν, καὶ οὐδὲν ἧττον τῶν Ἀκαδημιακῶν εἰδέναι, κᾂν
12. ἀσαφὲς αὐτῶν τὶ ᾖ, τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωϊκοῖς
13. διδασκάλοις ἀσφαλέστερον ὀνομάζειν ἐστὶ, τὸ δὲ παρὰ
14. Θεοφράστῳ καὶ Ἀριστοτέλει τοῖς περιπατητικοῖς. οὕτω δὲ
15. κᾀπὶ τῶν ἄλλων, ὥστ’ οὐδὲν ἄν τι λείποιτο πρὸς διδασκαλίαν
16. τοῖς Ἀκαδημιακοῖς, ὅσον ἐπὶ τῷ Φαβωρίνου λόγῳ
17. τοῖς μὲν γὰρ πρεσβυτέροις αὐτὸ δὴ τοῦτο ἦν δίδαγμα, τὸ
18. μηδὲν εἶναι κριτήριον ἀνθρώπῳ δεδομένον ὑπὸ τῆς φύσεως,
1. ᾧ παραβάλλων ἕκαστον τῶν ὄντων ἀκριβῶς διαγνώσεται.
2. διὸ μήδ’ ἀποφήνασθαι περὶ μηδενὸς ἠξίουν, ἀλλὰ περὶ
3. πάντων ἐπέχειν ἀεί. ἀλλ’ εἰ δὴ τοῖς φυσικοῖς κριτηρίοις
4. αἴσθησιν ἱκανῶς συγχωρήσουσιν ἡμῖν, οὐδὲν ἔτι δεησόμεθα
5. τῆς εἰς ἑκάτερα ἐπιχειρήσεως, ἀλλ’ ἑτέρου τινὸς ἀπαιτήσεως,
6. μᾶλλον μὲν τοὺς τεχνίτας παρέχοντας τοῖς μαθηταῖς
7. εὐθέως, ἀλλ’ ἕτερον τὸ λογίζεσθαι, τὸ καλούμενον ὑπὸ τῶν
8. πολλῶν ψηφίζειν. τοῦτο δ’ ἔστι τὸ ἐπισταθῆναι τῷ γυμναζομένῳ,
9. καὶ τούτῳ προσέχειν τὸν νοῦν, ἐν οἷς σφάλλεται,
10. καὶ ταῦτα ἐπανορθούμενον μόνα. παραπλησίως δὲ καὶ ὁ
11. παιδοτρίβης ἐπανορθοῦται τὰ τῶν παλαιόντων ἁμαρτήματα.
12. καὶ ὁ γραμματικὸς, καὶ ὁ ῥήτωρ, καὶ γεωμέτρης, καὶ μουσικὸς,
13. οὕτω διδάσκουσιν οὐ διασείοντες, οὐδὲ σαλεύοντες
14. τῶν μαθητῶν ἣν ἔχουσι πίστιν ἐπὶ τοῖς φυσικοῖς κριτηρίοις,
15. ἀλλ’ ἐφεστῶτες αὐτοῖς γυμναζομένοις, ἄχρι περ ἂν ἀναμαρτήτους
16. ἀποδείξωσι, τὰς κατὰ μέρος ἐνεργείας, ἀλλ’ οὐχὶ
17. τὴν ἐποχὴν εἰσάγοντες. οὗτοι γάρ εἰσιν οἱ καὶ ταῖς ἐνεργείαις
18. σὺν αἰσθήσεσιν ἀπιστεῖν ἀνατιθέντες, ἢ τοῖς ὑπό 
1. του βεβαίως γιγνωσκομένοις καταφρονεῖν. ὁ γοῦν Καρνεάδης
2. οὐδὲ τοῦτο τὸ πάντων ἐναργέστατον συγχωρεῖ
3. πιστεύειν, ὅτι τὰ τῷ αὐτῷ ἴσα μεγέθη καὶ ἀλλήλοις ἴσα
4. γίγνεται. τοὺς μὲν οὖν λόγους, οἷς ἐπιχειρεῖ λύειν καὶ
5. ταῦτα καὶ ἄλλα πάμπολλα τῶν ἐναργῶς τὶ εἶναί σοι φαινομένων
6. τε καὶ πιστευομένων, ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν.
7. ἀπόκεινται γὰρ ἐν γράμμασιν ὑπὸ τῶν μαθητῶν αὐτοῦ συναθροισθέντες.
8. αἱ λύσεις δ’ οὔθ’ ὑπ’ ἐκείνων, οὔθ’ ὑπ’ ἄλλου
9. τινὸς εἴρηνται τῶν μετ’ αὐτὸν Ἀκαδημιακῶν. ἆρ’ οὖν εἰ καὶ
10. μηδὲν ἄλλο, τοῦτο γοῦν ἐδήλωσε μόνον, ὅτι σοφίσματά εἰσιν
11. οἱ λόγοι πάντες οὗτοι, καὶ ζητητέον τὴν λύσιν αὐτῶν ὑμῖν,
12. ὦ μαθηταί. μοχθηρὸν μὲν γὰρ τοῦτο, σμικρότερον δ’ ὅμως
13. οὐ πεποιήκασιν οἱ γράψαντες μὲν αὐτοὺς, μὴ δηλώσαντες
14. δ’ ὑμῖν, ὁποῖοί τινές εἰσι.

Cliquer un n° de page pour en afficher l’image