15. Ἡδέως δ’ ἂν ἠρόμην, εἴπερ ἦν ὁ Φαβωρῖνος,
16. ἆρά κελεύει με πείθεσθαι αὐτοῖς ἅπασι τοῖς λόγοις, ἢ
17. σκοπεῖσθαι, πότερον ἀληθεῖς εἰσὶν, ἢ ψευδεῖς. ἓν δὴ γὰρ
1. σκοπεῖσθαι συνεχώρησεν. ἠρόμην δ’ ἂν ἐπὶ τῷδε πάντως,
2. εἰ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει διακρίνειν ἀληθεῖς λόγους
3. ψευδῶν, ἢ μέθοδός ἐστε τῆς ἑκατέρων γνώσεως. εἰ μὲν γὰρ
4. φύσει, πῶς οὐχ ὁμολογοῦμεν ἀλλήλοις ἅπαντες, οὐδ’ ὡσαύτως
5. ἀποφαινόμεθα περὶ τῶν αὐτῶν; εἰ δὲ μέθοδός τίς
6. ἐστιν, αὐτὴν πρώτην μαθεῖν ἐδεήθην. ἑξῆς δὲ ἐπιστατοῦντας
7. αὐτοὺς γυμνάσασθαι πολυειδῶς ἐπὶ παραδειγμάτων
8. πλειόνων, ὥσπερ οἱ παλαίειν μανθάνοντες, ἢ σκυτοτομεῖν,
9. ἢ οἰκοδομεῖν, ἢ ναυπηγεῖν, ἢ ῥητορεύειν, ἢ ἀναγιγνώσκειν,
10. ἢ γράφειν, ἢ ὅλως ὁτιοῦν ἐνεργεῖν κατὰ τέχνην. εἰ μὲν
11. οὖν ἔγραψέ τις τῶν Ἀκαδημιακῶν, οἶον μέν τι χρῆμά ἐστιν
12. ἡ ἀπόδειξις, οἷον δὲ σόφισμα, καὶ ὡς χρὴ διαγιγνώσκειν
13. αὐτὰ, καὶ ὡς χρὴ γυμνάζεσθαι κατὰ ταῦτα, ὡς ὁ Φαβωρῖνος
14. ἐπιτρέπει τὴν κρίσιν, ὡς εἰς ἑκάτερα ἐπιχειρουμένων
15. τῶν μαθητῶν, πλὴν ὅτι περιττός ἐστιν, ἐδίδασκεν ὁ Ἀκαδημιακὸς
16. ἕκαστον τῶν εἰρημένων, ἔχομέν. τε ἡμεῖς τοὺς
17. ἰδίων τῶν δογμάτων διδασκάλους. εἰ δ’ οὔτ’ ἔγραψέ τις
1. ὑπὲρ τῆς διαφορᾶς αὐτῶν, οὔτ’ ἐγύμνασεν, ὅμοιόν τι ποιεῖ
2. τέκτονι κελεύοντι τῷ μαθητῇ μετρῆσαί τε καὶ στῆσαι καὶ
3. ἀποτεῖναι, καὶ κύκλον γράψαι, χωρὶς τοῦ πῆχυν δοῦναι,
4. καὶ ξυστὸν, καὶ κανόνα, καὶ κιρκίνον. ἀλλ’ ἴσως φησὶ μηδὲν
5. εἶναι τοιοῦτον ἐν φιλοσοφίᾳ καὶ δόγμασι. μὴ τοίνυν ἔτι προςποιοῦ
6. γιγνώσκειν τι, μηδ’ ἀποφάναι, μηδ’ ἀποδίδρασκε τὴν
7. ὑπὸ τῶν πρεσβυτέρων Ἀκαδημιακῶν εἰσαγομένην ἐποχὴν,
8. μηδὲ σεμνύνου γραμματικοῦ ποιῶν ἔργον, ἃ μὲν εἰρήκασιν
9. οἱ πρόσθεν ἐκμεμελετηκώς. ὅτι δὲ αὐτῶν ὑγιές ἐστιν οὐδὲν,
10. εὔδηλον ἐννόῳ. οὐδὲ γὰρ διδασκάλου τόγε τοιοῦτον
11. ἐστὶν, ἀλλ’ ἀδολεσχία τις ἢ λῆρος. πόθεν οὖν ἐλπὶς ὑπολείπεται
12. τῆς τῶν ἀληθῶν εὑρέσεως; ᾧ γὰρ οὐδὲν ὑπάρχει
13. κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀνέλπιστος ἡ γνῶσις αὐτοῦ.
14. ἐγχείρησον δὲ διδάξαι μόνον σοφιστὰς, μηδὲν ἡμῖν ὑπάρχειν
15. κριτήριον σύμφυτον, ὥστε γε μετὰ τοῦτο τολμηρῶς. ἡμῖν
16. μέντοι ἴσως φησὶν, αἴσθησίν τε καὶ νόησιν ἐναργῆ κριτήρια
17. τοῦ ἀληθοῦς εἶναι, συγχωρήσειεν ἄν τις ἐν λογικαῖς
1. κυλινδεῖσθαι βουλόμενος ἐλπίσι ματαίαις. ὅσοι δ’ ἀνῃρήκασιν
2. ὅλην τὴν ἐλπίδα, καθάπερ ἐκεῖνος, μάτην φλυαροῦσι.
3. εὔδηλος οὖν ἐστὶν ὁ Φαβωρῖνος, αἰδοῖ μὲν ἀνατρέπων πάντα,
4. καὶ ἀγνοεῖν ὑπάρχειν ὁμολογῶν, ὅθεν ὑπάρχειν οἱ πρόσθεν
5. ἔλεγον Ἀκαδημιακοί τε καὶ Πυῤῥώνειοι· προσποιούμενος
6. δ’ ἐπιτρέπειν τὴν κρίσιν τοῖς μαθηταῖς, ἣν οὐδὲ ἑαυτοῖς
7. ἐπέτρεψαν οἱ πρὸ αὐτοῦ.
⟨
(De opt. doc. gen.) [n° 002 Fichtner] [GalLat]
De optimo docendi genere
Περὶ ἀρίστης διδασκαλίας
Meilleur enseignement
The Best Method of Teaching (Opt. Doct.)
Barigazzi, 1991.
De optima doctrina, 1821, vol. 1, p. 40-52. urn:cts:greekLit:tlg0057.tlg002.verbatim-lat1
Barigazzi, 1991 (ita); Martinez Manzano, 2002 (spa).
De optima doctrina, 3, ed. Kühn, 1821, vol. 1, p. 45-48. urn:cts:greekLit:tlg0057.tlg002.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩