8. Ὅτι μὲν οὖν ἡ τοιαύτη διδασκαλία τῶν μανθανόντων
9. ὁτιοῦν, οἵαν ἐννοεῖται Φαβωρῖνος, οὐ μόνον οὐκ
10. ἔστιν ἀρίστη τῶν ἄλλων, ἀλλ’ οὐδὲ διδασκαλία τὴν ἀρχὴν,
11. ἐναργῶς οἶμαι δεδιδάχθαι. ἂν δ’ οἱ λοιποὶ πάντες, διδασκαλίαι
12. μέν εἰσιν, εἰ δ’ ἄρισται, σκοπῶμεν, ἐξ ἀρχῆς ἀπὸ τῶν
13. αὐτῶν αὖθις ἀρξάμενοι. φαίνεται γὰρ ἡμῖν ἐναργῶς τοῦτο,
14. κᾂν ὅτι μάλιστα αὐτοῖς ἄπιστον ἐργάσασθαι σπουδάζουσιν
15. οἱ σοφισταὶ, μηδὲν εἶναι κριτήριον φυσικόν. ὁ μὲν γὰρ κιρκίνος
16. γράφει τὸν κύκλον, ὁ δὲ πῆχυς διακρίνει τὰ μήκη, καθάπερ
17. ὁ ζυγὸς τὰ βάρη. ταῦτα δὲ αὐτὸς κατεσκεύασεν
1. ἄνθρωπος, ἐκ τῶν φυσικῶν ὀργάνων τε καὶ κριτηρίων ὁρμώμενος,
2. ὧν ἀπωτέρω κριτήριον, σὔτε πρεσβύτερον, οὔτε σεμνότερον
3. ἔχομεν. εἰ τοίνυν ἐντεῦθεν ἄρχεσθαι δεῖ, λέγει
4. γὰρ πάλιν ὁ νοῦς, ὅτι πιστεῦσαι μὲν ἢ ἀπιστῆσαι ὡς τῷ
5. φυσικῷ κριτηρίῳ δυνατὸν ἡμῖν ἐστι, κρῖναι δ’ οὐ δυνατὸν
6. αὐτὸ δι’ ἑτέρου τινός. ᾧ γὰρ κρίνεται τἄλλα πάντα, πῶς
7. ἂν τοῦτο πρὸς ἄλλου κριθείη; πιστεύειν βούλει τοῖς ὀφθαλμοῖς
8. ἐναργῶς ὁρῶσι, καὶ τῇ γλώσσῃ γευομένῃ, τουτὶ μὲν
9. μῆλον εἶναι, τουτὶ δὲ σῦκον, ἢ μὴ πιστεύειν; ὑπείσομαι ὃ
10. βούλει ποιεῖν ἐφ’ ἡμῖν, εἰ μέντοι σπεύδεις διαλέγεσθαί μοι.
11. μὴ πιστεύοντος δὲ, ὡς παρὰ φύσιν ἔχοντος ἀφίσταμαι. κείσθω
12. πρότερον ἀπιστεῖν σε, μηδὲν ἐλπίζειν μαθήσεσθαι παρ’
13. ἐμοῦ. τοῦτο γὰρ ἄρτι πέπαυμαι λέγων. ὑποκείσθω δέ σε
14. πιστεύειν, ἐλπίζεσθαι μαθήσεσθαι παρ’ ἐμοῦ κρίνειν. ἀλλ’
15. ἐγὼ τὰ μὲν αἰσθητὰ τοῖς ἐναργῶς αἰσθήσει φαινομένοις, τὰ
16. δὲ νοητὰ τοῖς ἐναργῶς νοουμένοις. ἐπεὶ δ’ ἐκ τῶν φυσικῶν
17. κριτηρίων αἱ τέχναι πᾶσαι κατασκευάζουσιν ὄργανά τε
1. καὶ κριτήρια τεχνικὰ, δι’ ὧν τὰ μὲν αὐτοῖς συντιθέασι, τὰ
2. δὲ ὑφ’ ἑτέρων συγκείμενα κρίνουσιν, κᾀγὼ διδάξω ὅλως,
3. ὄργανά τε καὶ κριτήρια, τὰ μὲν οἷς κατασκευάσεις τοὺς
4. ἀληθεῖς λόγους, τὰ δ’ οἷς τοὺς ἐφ’ ἑτέρων κρινεῖς γεγονότας.
5. ἔχει γὰρ οὕτως τὸ πᾶν. εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ τι
6. φαίνοιτο πρὸς αἴσθησιν ἢ νόησιν ἐναργῶς, οὐ χρῄζει τοῦτο
7. ζητήσεως. εἰ δὲ μήτε τι τοιοῦτον ὑπάρχῃ, τῆς ἐξ ἑτέρου
8. προςδεῖται γνώσεως. ἐγὼ μὲν ἐπαγγέλλομαί σοι διδάξειν
9. ἔνια μὲν τοῖς κατὰ τὰς τέχνας ὀργάνοις ἀνάλογα, ἐξ ὧν
10. εὑρήσεις τὸ ζητούμενον· ἔνια δὲ τοῖς κριτηρίοις, ἐξ ὧν τὸ
11. δοκοῦν εὑρῆσθαι κρινεῖς. ἐπειδὰν δὲ μάθοις ταῦτα, ἐπὶ
12. πολλῶν παραδειγμάτων γυμνάσω σε ταχέως τε ἅμα καὶ ἀκριβῶς
13. εὑρίσκειν, καὶ κρίνειν τὸ ζητούμενον, ὥστ’ οὐδὲ βιβλίου
14. δεήσει τινὸς ἔτι ἤδη πρὸς τὴν τῶν ἀληθῶν εὕρεσιν,
15. οὔτε διδασκαλίας ἑτέρας, εὐθύς τε δήπου καὶ τοὺς ἄλλο τι
16. λέγοντας ὧν εὕροις, ἑτοίμως γνωρίσειας. ὥσπερ γὰρ ὁ
17. τὴν εὐθεῖαν ὁδὸν γιγνώσκων εὐθεῖαν οὖσαν οὐ δεῖται διδασκαλίας
1. ἑτέρας εἰς ἔλεγχον τῶν πεπλανημένων, οὕτω καὶ
2. ὁ τὴν εὐθεῖαν ὁδὸν τῆς ἀποδείξεως ἐκμαθὼν, εὐθὺς ἅμα
3. ταύτῃ καὶ τὰς πεπλανημένας γνωρίζει.
⟨
(De opt. doc. gen.) [n° 002 Fichtner] [GalLat]
De optimo docendi genere
Περὶ ἀρίστης διδασκαλίας
Meilleur enseignement
The Best Method of Teaching (Opt. Doct.)
Barigazzi, 1991.
De optima doctrina, 1821, vol. 1, p. 40-52. urn:cts:greekLit:tlg0057.tlg002.verbatim-lat1
Barigazzi, 1991 (ita); Martinez Manzano, 2002 (spa).
De optima doctrina, 4, ed. Kühn, 1821, vol. 1, p. 48-51. urn:cts:greekLit:tlg0057.tlg002.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩