4. Φαβωρῖνος δέ μοι δοκεῖ παραπλήσιόν τι ποιεῖν
5. τῷ φάσκοντί σε εἶναι τυφλὸν, δύνασθαι δὲ κρίνειν, πότερος
6. ἡμῶν ἐστι ῥυπαρώτερος ἢ λευκότερος· οὐκ ἐννοῶν, ὅτι τῷ
7. μὲν μέλλοντι τὰ τοιαῦτα κρίνειν ὑπάρχειν χρὴ πρότερον ὄψιν.
8. οὐ μὴν οὐδὲ διαφέρει πρὸς τὴν κρίσιν, ἢ μήδ’ ὅλως ἔχειν
9. ὄψιν, ἢ ἔχοντα μὴ πιστεύειν αὐτῇ. κατὰ δὲ τὸν αὐτὸν τρόπον,
10. ὅτι ᾧ κρίνομεν, ὁποῖόν ἐστί τι, καὶ ὅτι τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις
11. ἴσα ὑπάρχει, καθάπερ τοῖς ὄνοις οὐκ ἄν τις ἐπιτρέψειεν,
12. ὅτι μήδ’ ὅλως ἔχουσι νοῦν, οὕτως οὐδὲ τοῖς ἀνθρώποις, εἰ μηδὲ
13. οὖτοι πιστὸν ἔχουσι τὸν νοῦν. οὐδὲν γὰρ διαφέρει πρὸς τὴν
14. τῶν κρινομένων διδασκαλιῶν ἀπιστίαν, ἢ μήδ’ ὅλως ἔχειν τὶ
15. κριτήριον, ἀλλ’ ἢ ἀπιστεῖν αὐτῷ. γελοῖος οὖν ἐστὶν ὁ Φαβωρῖνος
16. ἐπιτρέπων κρίνειν τοῖς μαθηταῖς, ἄνευ τοῦ συγχωρῆσαι
17. τὴν πίστιν τοῖς κριτηρίοις. εἰ γὰρ οὐδέν ἐστιν ἐναργὲς τῷ νῷ,
1. ἢ πιστὸν ἐξ ἑαυτοῦ, διέφθαρται πάντων ἡ κρίσις. εἰ δ’ ἔστι
2. μὲν, ὥσπερ ὀφθαλμὸς τῷ σώματι, τοιοῦτος ἐν τῇ ψυχῇ νοῦς,
3. οὐ μὴν ἅπασί γε ὁμοίως ὀξὺς, ἐγχωρεῖ, καθάπερ ὁ βλέπων
4. ὀξύτερον ἐπάγει πρὸς τὸ θέαμα τὸν ἀμβλύτερον ὁρῶντα,
5. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοημάτων, ὑπὸ τῶν
6. φθασάντων ἰδεῖν ἐναργῶς τὸ νοητὸν, ἐπάγεσθαι πρὸς τὴν
7. θέασιν αὐτοῦ τὸν ἀμβλύτατον, καὶ τοῦτ’ ἐστὶν ὁ διδάσκαλος,
8. ὡς ὁ Πλάτων τε φησὶ, κᾀγὼ πείθομαι. καὶ γέγραπταί
9. γέ μοι περὶ τούτων ἐπὶ πλέον ἐν τῇ τῆς ἀποδείξεως πραγματείᾳ,
10. ὅτι τοιαύτη τις οὖσα ἦν πρὸς τὴν νόησιν ἐναργὴς
11. ἡ διδασκαλία. γέγραπται δὲ καὶ, ὅπως ἄν τις ὁρμώμενος
12. ἀπὸ τῶν ἐν ἑκάστῳ στοιχείων τε καὶ ἀρχῶν ἀποδεικνὺς εἴη
13. μάλιστα πᾶν, ὅσον ἀποδειχθῆναι δυνατὸν, οὐχ ὡς ὁ θαυμαστὸς
14. Φαβωρῖνος, ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι
15. μηδὲ τὸν ἥλιον εἶναι καταληπτὸν, ὡς ἐπιλήσμοσιν ἡμῖν
16. ἑτέρωθι διαλέγεται, συγχωρεῖ τέ τι βεβαίως εἶναι γνωστὸν
17. καὶ τοῦτ’ ἐπιτρέπων αἱρεῖσθαι τοῖς μαθηταῖς.
⟨
(De opt. doc. gen.) [n° 002 Fichtner] [GalLat]
De optimo docendi genere
Περὶ ἀρίστης διδασκαλίας
Meilleur enseignement
The Best Method of Teaching (Opt. Doct.)
Barigazzi, 1991.
De optima doctrina, 1821, vol. 1, p. 40-52. urn:cts:greekLit:tlg0057.tlg002.verbatim-lat1
Barigazzi, 1991 (ita); Martinez Manzano, 2002 (spa).
De optima doctrina, 5, ed. Kühn, 1821, vol. 1, p. 51-52. urn:cts:greekLit:tlg0057.tlg002.1st1K-grc1:5
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩