Galenus. Quod optimus medicus sit quoque philosophus (Quod opt. med. sit etiam philos.) [n° 003 Fichtner] [GalLat]

Ὅτι ὁ ἄριστος ἰατρὸς καὶ φιλόσοφος
Excellent médecin est aussi philosophe
The Best Doctor is also a Philosopher (Opt. Med.)
Müller, Marquardt, Helmreich, 1891; Boudon-Millot, 2007.
Quod optimus medicus sit quoque philosophus, 1821, vol. 1, p. 53-63. urn:cts:greekLit:tlg0057.tlg003.verbatim-lat1
Lüth, Knapp, 1965 (deu); Garofalo, Vegetti, 1978 (ita); Singer, 1997 (eng); Martinez Manzano, 2002 (spa); Boudon-Millot, 2007 (fra).

Quod optimus medicus sit quoque philosophus, 3, ed. Kühn, 1821, vol. 1, p. 58-61. urn:cts:greekLit:tlg0057.tlg003.1st1K-grc1:3

5. καὶ μὴν
6. εἴ τίς γ’ ἐστὶ τοιοῦτος, ὑπερόψεται μὲν Ἀρταξέρξου τε καὶ
7. Περδίκκου. καὶ τοῦ μὲν οὐδ’ ἄν εἰς ὄψιν ἀφίκοιτό ποτε·
8. τὸν δ’ ἰάσεται μὲν, νοσοῦντα νόσημα τῆς Ἱπποκράτους τέχνης
9. δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ παντὸς συνεῖναι, θεραπεύσει
10. δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις
11. πολίχναις πένητας. ἀπολείψει δὲ Κώοις μὲν καὶ πολίταις
12. Πόλυβόν τε, καὶ τοὺς ἄλλους μαθητὰς, αὐτὸς δὲ πᾶσαν
13. ἀλώμενος ἐφέξει τὴν Ἑλλάδα. χρὴ γὰρ αὐτὸν γράψαι τι
14. καὶ περὶ φύσεως χωρίων. ἵν’ οὖν κρίνῃ τῇ πείρᾳ τὰ ἐκ
15. λόγου διδαχθέντα, χρὴ πάντως αὐτὸν πόλεως γενέσθαι αὐτόπτην
16. τῆς πρὸς μεσημβρίαν τετραμμένης καὶ τῆς πρὸς
17. ἄρκτον, καὶ τῆς πρὸς ἥλιον ἀνίσχοντα καὶ τῆς πρὸς
1. δυσμάς· ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην, καὶ τὴν
2. ἐφ’ ὑψηλῷ, καὶ τὴν ἐπακτοῖς ὕδασι χρωμένην, καὶ τὴν
3. πηγαίοις, καὶ τὴν ὀμβρίοις, καὶ τὴν ἐκ λιμνῶν καὶ
4. ποταμῶν· ἀμελῆσαι δὲ καὶ μήδ’ εἴ τις ψυχροῖς ἄγαν
5. ὕδασι, μήδ’ εἴ τις θερμοῖς χρῆται, μήτε νιτρώδεσι, μήτε
6. στυπτηριώδεσιν, ἤ τισιν ἑτέροις τοιούτοις· ἰδεῖν δὲ καὶ ποταμῷ
7. μεγάλῳ πρόσοικον πόλιν, καὶ λίμνῃ, καὶ ὄρει, καὶ
8. θαλάττῃ, καὶ τἄλλα πάντα νοῆσαι, καὶ περὶ ὧν αὐτὸς ἡμᾶς
9. ἐδίδαξεν· ὥστε οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν
10. τοιοῦτον ἐσόμενον, ἀλλὰ καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν.
11. καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκόμενον,
12. ἐμπιπλάμενον, ἢ ἀφροδισίοις προσκείμενον, ἢ, συλλήβδην
13. εἰπεῖν, αἰδοίοις καὶ γαστρὶ δουλεύοντα. σωφροσύνης γοῦν
14. φίλος, ὥσπερ γε καὶ ἀληθείας ἑταῖρος, ὅ γ’ ἀληθὴς ἰατρὸς
15. ἐξεύρηται. καὶ μὲν δὴ καὶ λογικὴν μέθοδον ἀσκεῖν χάριν
16. τοῦ γνῶναι, πόσα τὰ πάντα κατ’ εἴδη τε καὶ γένη νοσήματα
1. ὑπάρχει, καὶ πῶς ἐφ’ ἑκάστου ληπτέον ἔνδειξίν τινα ἰαμάτων.
2. ἡ δ’ αὐτὴ μέθοδος ἥδε καὶ τὴν τοῦ σώματος αὐτὴν
3. διδάσκει φύσιν, τήν τ’ ἐκ τῶν πρώτων στοιχείων, ἃ δι’ ἀλλήλων
4. ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν δευτέρων τῶν αἰσθητῶν,
5. ἃ δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ
6. ταύταις, τὴν ἐκ τῶν ὀργανικῶν μορίων. ἀλλὰ καὶ τίς ἡ
7. χρεία τῷ ζώῳ τῶν εἰρημένων ἑκάστου, καὶ τίς ἡ ἐνέργεια,
8. δέον μὲν ἄγειν καὶ ταῦτα μὴ ἀβασανίστως, ἀλλὰ μετ’ ἀποδείξεως
9. πεπιστεῦσθαι, πρὸς τῆς λογικῆς δήπου διδάσκεται
10. μεθόδου. τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ εἶναι φιλόσοφον
11. τὸν ἰατρὸν, ὃς ἂν Ἱπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην,
12. εἰ γὰρ, ἵνα μὲν ἐξεύρῃ φύσιν σώματος, καὶ νοσημάτων
13. διαφορὰς, καὶ ἰαμάτων ἐνδείξεις, ἐν τῇ λογικῇ θεωρίᾳ
14. γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων ἀσκήσει
15. παραμένῃ, χρημάτων τε καταφρονεῖν καὶ σωφροσύνην ἀσκεῖν,
16. πάντα ἤδη τῆς φιλοσοφίας ἔχοι τὰ μέρη, τό τε λογικὸν, καὶ
1. τὸ φυσικὸν, καὶ τὸ ἠθικόν. οὐ γὰρ δὴ δέος γε, μὴ χρημάτων
2. καταφρονῶν, καὶ τὴν σωφροσύνην ἀσκῶν, ἄτοπόν τι
3. πράξῃ. πάντα γὰρ, ἃ τολμῶσιν ἀδίκως ἄνθρωποι, φιλοχρηματίας
4. ἀναπειθούσης, ἢ γοητευούσης ἡδονῆς, πράττουσιν.
5. οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν. σύμπασαι
6. γὰρ ἀλλήλαις ἕπονται, καὶ οὐχ οἶόν τε μίαν ἡντιναοῦν
7. λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας
8. ἔχειν, ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδεμένας. καὶ μὴν εἴ γε
9. πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν, καὶ πρὸς τὴν ἐφεξῆς ἄσκησιν,
10. ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις
11. ἂν ἰατρὸς ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος. οὐδὲ γὰρ
12. οὐδ’ ὅτι πρὸς τὸ χρῆσθαι καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ
13. τοῖς ἰατροῖς, ἀποδείξεως ἡγοῦμαί τινος χρῄζειν, ἑωρακότας
14. γε πολλάκις, ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροί· καὶ χρῶνται
15. τῇ τέχνῃ πρὸς τοὐναντίον, ἢ πέφυκεν, οἱ φιλοχρήματοι.

Cliquer un n° de page pour en afficher l’image