1. Συστήσασθαι δὲ τὴν τέχνην οἱ μὲν Ἐμπειρικοὶ
2. τόνδε τὸν τρόπον φασίν. ἐπειδὴ πολλὰ τοῖς ἀνθρώποις
3. ἑώρων πάθη τὰ μὲν ἀπὸ ταὐτομάτου γινόμενα νοσοῦσί
4. τε καὶ ὑγιαίνουσιν, οἷον αἵματος ῥύσιν ἐκ ῥινῶν, ἢ
5. ἱδρῶτας, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον ἄλλο βλάβην ἢ ὠφέλειαν
6. φέρον, οὐ μὴν τόγε ποιῆσαν αἴτιον αἰσθητὸν ἔχον·
7. ἕτερα δὲ, ὧν τὸ μὲν αἴτιον ἐφαίνετο, οὐ μὴν ἐκ προαιρέσεως
8. ἡμετέρας, ἀλλὰ κατά τινα συντυχίαν, οἷον συνέβη
9. πεσόντα τινὰ ἢ πληγέντα, ἢ ἄλλως πως τρωθέντα
10. αἷμα ῥυῆναι, καὶ πιεῖν ἐν νόσῳ, χαρισάμενον τῇ ἐπιθυμίᾳ,
11. ψυχρὸν ὕδωρ, ἢ οἶνον, ἤ τι τοιοῦτον ἄλλο, ὧν ἕκαστον εἰς
12. ὠφέλειαν ἢ βλάβην ἐτελεύτα· τὸ μὲν οὖν πρότερον εἶδος
13. τῶν ὠφελούντων ἢ βλαπτόντων, ἐκάλουν φυσικὸν, τὸ δὲ
14. δεύτερον, τυχικόν· ἑκατέρου δ’ αὐτῶν τὴν πρώτην θέαν
15. περίπτωσιν ὠνόμαζον ἀπὸ τοῦ περιπίπτειν ἀβουλήτως τοῖς
16. πράγμασι τοὔνομα θέμενοι. τὸ μὲν οὖν περιπτωτικὸν εἶδος
17. τῆς ἐμπειρίας, τοιόνδ’ ἐστί. τὸ δὲ αὐτοσχέδιον, ὅταν ἑκόντες
1. ἐπὶ τὸ πειράζειν ἀφίκωνται, ἢ ὑπὸ ὀνειράτων προτραπέντες,
2. ἢ ἄλλως πως δόξαντες. ἀλλὰ καὶ τρίτον τῆς ἐμπειρίας
3. εἶδός ἐστι τὸ μιμητικὸν, ὅταν τῶν ὠφελησάντων ἢ
4. βλαψάντων ὁτιοῦν, ἢ φύσει, ἢ τύχῃ, ἢ αὐτοσχεδίως, αὖθις
5. ἐπὶ τῶν αὐτῶν παθῶν, εἰς πεῖραν ἄγοιτο. καὶ τοῦτό ἐστι
6. τὸ μάλιστα τὴν τέχνην αὐτῶν συστησάμενον. οὐ γὰρ δὶς
7. μόνον, ἢ τρὶς, ἀλλὰ καὶ πολλάκις μιμησάμενοι τὸ πρόσθεν
8. ὠφελῆσαν, εἶτα ἐπὶ τῶν αὐτῶν παθῶν τὸ αὐτὸ ποιοῦν εὑρίσκοντες,
9. ὡς ἐπὶ τὸ πολὺ, τὴν τοιαύτην μνήμην, θεώρημα
10. καλέσαντες, ἤδη πιστὸν ἡγοῦνται καὶ μέρος τῆς τέχνης. ὡς
11. δὲ πολλὰ θεωρήματα τοιαῦτα ἠθροίζετο αὐτοῖς, ἰατρικὴ μὲν
12. ἦν τὸ σύμπαν ἄθροισμα, καὶ ὁ ἀθροίσας ἰατρός. ἐκλήθη δὲ
13. ὑπ’ αὐτῶν αὐτοψία τὸ τοιοῦτον ἄθροισμα, μνήμη τις οὖσα τῶν
14. πολλάκις καὶ ὡσαύτως ὀφθέντων. ὠνόμαζον δὲ αὐτὸ τοῦτο
15. καὶ ἐμπειρίαν· ἱστορίαν δὲ, τὴν ἐπαγγελίαν αὐτοῦ. τὸ γὰρ
16. αὐτὸ τοῦτο τῷ μὲν τηρήσαντι, αὐτοψία, τῷ δὲ μαθόντι τὸ
17. τετηρημένον, ἱστορία ἐστίν. ἐπεὶ δὲ καὶ νοσήμασί τισιν
1. ἐνετύγχανον ἔστιν ὅτε πρόσθεν οὐχ ἑωραμένοις, ἤ τισιν
2. ἐγνωσμένοις μὲν, ἀλλ’ ἐν χωρίοις, ἐν οἷς οὐκ ἦν ἰαμάτων
3. εὐπορία τῶν διὰ τῆς πείρας τετηρημένων, ὄργανόν τι βοηθημάτων
4. εὑρετικὸν ἐποιήσαντο, τὴν τοῦ ὁμοίου μετάβασιν, ᾧ
5. χρώμενοι πολλάκις καὶ ἀπὸ πάθους ἐπὶ πάθος ὅμοιον τὸ
6. αὐτὸ βοήθημα μεταφέρουσι, καὶ ἀπὸ τόπου ἐπὶ τόπον, καὶ
7. ἀπὸ τοῦ πρόσθεν ἐγνωσμένου βοηθήματος ἐπί τι παραπλήσιον
8. ἔρχονται. ἀπὸ μὲν πάθους ἐπὶ πάθος, ὡς εἰ ἀπὸ
9. ἐρυσιπέλατος ἐπὶ ἕρπητα μεταβαίνοιεν. ἀπὸ δὲ τόπου ἐπὶ
10. τόπον, ὡς ἀπὸ βραχίονος ἐπὶ μηρόν. ἀπὸ δὲ βοηθήματος
11. ἐπὶ βοήθημα, ὡς ἐν διαῤῥοίαις ἀπὸ μήλου κυδωνίου ἐπὶ
12. μέσπιλον. ἅπασα δὲ ἡ τοιαύτη μετάβασις, ὁδὸς μέν ἐστιν ἐπὶ
13. τὴν εὕρεσιν· εὕρεσις δὲ οὐδέπω πρὸ τῆς πείρας, ἀλλ’ ἡνίκα
14. ἂν τὸ ἐλπισθὲν εἰς πεῖραν ἀχθῇ, πιστὸν ἤδη τὸ μαρτυρηθὲν
15. ὑπ’ αὐτῆς ἐστιν, οὐδὲν ἧττον ἢ εἰ καὶ πλειστάκις ὡσαύτως
16. ἔχον ἐτετήρητο. τὴν δὲ πεῖραν ταύτην τὴν ἑπομένην τῇ
17. τοῦ ὁμοίου μεταβάσει τριβικὴν καλοῦσιν, ὅτι χρὴ τετρίφθαι
1. κατὰ τὴν τέχνην τὸν μέλλοντά τι οὕτως εὑρήσειν. αἱ δὲ
2. ἔμπροσθεν ἅπασαι πεῖραι, αἱ πρὸ τῆς ἐμπειρίας, ὧν εἰς
3. σύστασιν ἐδεῖτο ἡ τέχνη, καὶ περὶ τὸν τυχόντα δύνανται
4. γενέσθαι. τοιαύτη μὲν ἡ διὰ τῆς πείρας πρὸς τὸ τέλος τῆς
5. τέχνης ὁδός.
⟨
(De sectis ad eos qui introd.) [n° 004 Fichtner] [GalLat]
De sectis ad eos, qui introducuntur
Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Écoles pour les débutants
Sects for Beginners (SI)
Helmreich, Marquardt, Müller, 1893.
De sectis ad eos qui introducuntur, 1821, vol. 1, p. 64-105. urn:cts:greekLit:tlg0057.tlg004.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Walzer, Frede, 1985 (eng); Pellegrin, Dalimier, Levet, 1998 (fra); Martinez Manzano, 2002 (spa).
De sectis ad eos qui introducuntur, 2, ed. Kühn, 1821, vol. 1, p. 66-69. urn:cts:greekLit:tlg0057.tlg004.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩