Galenus. De sectis ad eos, qui introducuntur (De sectis ad eos qui introd.) [n° 004 Fichtner] [GalLat]

Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Écoles pour les débutants
Sects for Beginners (SI)
Helmreich, Marquardt, Müller, 1893.
De sectis ad eos qui introducuntur, 1821, vol. 1, p. 64-105. urn:cts:greekLit:tlg0057.tlg004.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Walzer, Frede, 1985 (eng); Pellegrin, Dalimier, Levet, 1998 (fra); Martinez Manzano, 2002 (spa).

De sectis ad eos qui introducuntur, 6, ed. Kühn, 1821, vol. 1, p. 79-83. urn:cts:greekLit:tlg0057.tlg004.1st1K-grc1:6

7. Οἱ δὲ μεθοδικοὶ καλούμενοι, οὕτω γὰρ ἑαυτοὺς
8. ὠνόμασαν, ὥσπερ οὐχὶ καὶ τῶν ἔμπροσθεν δογματικῶν
9. μεθόδῳ τὴν τέχνην μεταχειρίζεσθαι φασκόντων, οὐ μέχρι
10. λόγου μοι δοκοῦσιν ἀμφισβητεῖν ταῖς παλαιαῖς αἱρέσεσιν, ἀλλ’
11. ἤδη καὶ τῶν ἔργων τῆς τέχνης πολλὰ μετακοσμεῖν· οἵ γε οὔτε
12. τόπον πεπονθότα χρήσιμον οὐδὲν ἔχειν φασὶν εἰς θεραπείας
13. ἔνδειξιν, οὔτε αἴτιον, οὔτε ἡλικίαν, οὔτε ὥραν, οὔτε χώραν,
14. οὔτε τοῦ νοσοῦντος τῆς δυνάμεως τὴν ἐπίσκεψιν, ἢ τῆς
15. φύσεως, ἢ τῆς ἕξεως αὐτοῦ. παραιτοῦνται δὲ καὶ τὰς ὥρας,
16. καὶ τὰς χώρας, καὶ τὰ ἔθη, παρὰ μόνων τῶν παθῶν τὴν
17. ἔνδειξιν τοῦ συμφέροντος ἀρκεῖν αὐτοῖς φάσκοντες. οὐδὲ
18. παρὰ τούτων κατ’ εἶδος, ἀλλὰ κοινῇ καὶ καθόλου τιθέμενοι,
1. καὶ δὴ καὶ καλοῦσι κοινότητας, αὐτὰ δὴ ταῦτα τὰ διὰ
2. πάντων διήκοντα τῶν ἐν μέρει. καὶ πειρῶνται τῶν γε οἱ
3. μὲν κατὰ δίαιταν νοσημάτων ἁπάντων, ἔνιοι δὲ καὶ πάντων
4. ἁπλῶς δύο κοινότητας ἐπιδεικνύναι, καί τινα τρίτην
5. μικτήν. ὀνόματα δὲ αὐταῖς στέγνωσιν καὶ ῥύσιν ἔθεντο,
6. καὶ πᾶν νόσημά φασιν ἢ στεγνὸν ἢ ῥοῶδες εἶναι, ἢ ἐξ
7. ἀμφοῖν ἐπιπεπλεγμένον. εἰ μὲν γὰρ αἱ φυσικαὶ κενώσεις τῶν
8. σωμάτων ἴσχοιντο, στέγνωσιν καλοῦσιν· εἰ δέ τι μᾶλλον
9. φέροιντο, ῥοῶδες· ἡνίκα δὲ καὶ ἴσχοιντο, καὶ φέροιντο, τὴν
10. ἐπιπλοκὴν ἐν τούτῳ συνίστασθαι, καθάπερ ἐπ’ ὀφθαλμοῦ
11. φλεγμαίνοντός τε ἅμα καὶ ῥευματιζομένου. τὴν γὰρ φλεγμονὴν
12. στεγνὸν οὖσαν πάθος, ὅτι μὴ μόνη ἦν, ἀλλὰ σὺν
13. τῷ ῥεύματι, περὶ ἕνα καὶ τὸν αὐτὸν τόπον ἐγένετο τὸ σύμπαν
14. ποιεῖν πάθος ἐπιπεπλεγμένον. ἔνδειξιν δὲ τοῦ συμφέροντος
15. ἐπὶ μὲν τῶν στεγνῶν τὴν χάλασιν, ἐπὶ δὲ τῶν
16. ῥοωδῶν τὴν στάλσιν ὑπάρχειν. γόνατος μὲν γὰρ, εἰ τύχοι,
17. φλεγμήναντος, χαλᾷν φασι χρῆναι· ῥέουσαν δὲ τὴν κοιλίαν,
1. ἢ τὸν ὀφθαλμὸν, ἐπέχειν τε καὶ στέλλειν· ἐν δὲ τοῖς ἐπιπεπλεγμένοις
2. πρὸς τὸ κατεπεῖγον ἵστασθαι. τῷ γὰρ μᾶλλον
3. διοχλοῦντι, καὶ τὸν κίνδυνον ἐπιφέροντι, τοῦτο δέ ἐστιν,
4. ὡς τῷ ἰσχυροτέρῳ ἐναντιοῦσθαί φασι δεῖν μᾶλλον ἢ θατέρῳ.
5. τί οὖν δὴ οὐχὶ δογματικοὺς ἑαυτοὺς ἐκάλεσαν, ἐνδείξει τὰ
6. βοηθήματα ποριζόμενοι; διότι, φασὶν, οἱ δογματικοὶ τὸ
7. ἄδηλον ἐρευνῶσιν, ἡμεῖς δὲ ἐν τοῖς φαινομένοις διατρίβομεν.
8. ἀμέλει καὶ ὅλην τὴν αἵρεσιν ἑαυτῶν οὕτως ὁρίζονται γνῶσιν
9. φαινομένων κοινοτήτων. καὶ ἵνα μὴ κοινὸς ὁ ὅρος εἶναι
10. δοκῇ ταῖς ἄλλαις ἁπάσαις τέχναις, καὶ γὰρ κᾀκείνας γνώσεις
11. εἶναι νομίζουσι φαινομένων κοινοτήτων, διὰ τοῦτο
12. προστιθέασιν, ἀκολούθων τῷ τῆς ἰατρικῆς τέλει. τινὲς δὲ
13. αὐτῶν, οὐκ ἀκολούθων, ἀλλὰ συμφώνων προσέθεσαν, οἱ
14. πλεῖστοι δ’ ἄμφω συντιθέντες, γνῶσιν εἶναί φασι τὴν μέθοδον
15. φαινομένων κοινοτήτων συμφώνων τε καὶ ἀκολούθων
16. τῷ τῆς ἰατρικῆς τέλει. τινὲς δὲ, ὥσπερ καὶ ὁ Θεσσαλὸς,
17. προσεχῶν τε καὶ ἀναγκαίων πρὸς ὑγείαν. διὰ ταῦτα δὴ καὶ
1. ἀξιοῦσι, μήτε δογματικοὶ καλεῖσθαι, μὴ γὰρ δεῖσθαι
2. τοῦ ἀδήλου, καθάπερ ἐκεῖνοι, μήτε ἐμπειρικοὶ, κᾂν ὅτι μάλιστα
3. περὶ τὸ φαινόμενον διατρίβωσιν, τῇ γὰρ ἐνδείξει κεχωρίσθαι
4. αὐτῶν. οὐ μὴν ἐν αὐτῷ τῷ τρόπῳ τῆς περὶ τὸ
5. φαινόμενον διατριβῆς ὁμολογεῖν ἑαυτούς φασι τοῖς ἐμπειρικοῖς.
6. ἐκείνους μὲν γὰρ ὡς ἀγνώστων ἀποχωρῆσαι τῶν ἀδήλων,
7. ἑαυτοὺς δὲ ὡς ἀχρήστων· καὶ τοὺς μὲν ἐμπειρικοὺς
8. τήρησιν ἐπὶ τοῖς φαινομένοις, αὑτοὺς δὲ ἔνδειξιν ἔχειν.
9. ἔν τε οὖν τούτοις διαφέρειν ἑαυτῶν ἑκατέρους φασὶ, καὶ μάλιστα
10. ἐν οἷς ὥρας, καὶ ἡλικίας, καὶ χώρας, καὶ τοιαῦτα
11. σύμπαντα περικόπτουσιν, ἄχρηστα μὲν ὄντα φανερῶς, ὡς
12. ἐκεῖνοι νομίζουσι, δόξης δὲ χάριν τοῖς ἔμπροσθεν ἰατροῖς
13. τετιμημένα. καὶ τοῦτ’ εἶναι τὸ μέγιστον ἀγαθὸν τῆς μεθοδικῆς
14. αἱρέσεώς φασι καὶ σεμνοῦσθαι γε δι’ αὐτὸ καὶ θαυμάζεσθαι
15. δικαιοῦσι. καὶ τῷ γε βραχὺν εἶναι εἰπόντι τὸν
16. βίον, τὴν δὲ τέχνην μακρὰν, ἐπιτιμῶσι· τοὐναντίον γὰρ
17. ἅπαν, αὐτὴν μὲν βραχεῖαν εἶναι, τὸν δὲ βίον μακρόν.
1. ἀφαιρεθέντων γὰρ πάντων τῶν ψευδῶς ὑπειλημμένων τὴν
2. τέχνην ὠφελεῖν, καὶ πρὸς μόνας τὰς κοινότητας ἀποβλεπόντων
3. ἡμῶν, οὔτε μακρὰν ἔτι τὴν ἰατρικὴν, οὔτε χαλεπὴν εἶναι,
4. ῥᾴστην δὲ καὶ σαφῆ, καὶ μησὶν ἓξ ὅλην τάχιστα γνωσθῆναι
5. δυναμένην. οὕτω μὲν γὰρ ἐπὶ τῶν κατὰ τὴν δίαιταν νοσημάτων,
6. ὡς στενὸν κομιδῇ συνῆχθαι τὸ πᾶν. ὡσαύτως δὲ
7. καὶ ἐπὶ τῶν κατὰ χειρουργίαν τε καὶ φαρμακείαν. καὶ γὰρ ἐν
8. ἐκείνοις καθόλου τινὰς κοινότητας ἐξευρίσκειν πειρῶνται, καὶ
9. σκοποὺς ὑποτίθενται τῶν ἰαμάτων ὀλίγους τὸν ἀριθμὸν, ὥστ’
10. ἐμοὶ μὲν δοκεῖ, οὐδὲ ἐν τοῖς πολυθρυλλήτοις ἕξ μησὶν, ἀλλὰ
11. καὶ πολὺ θᾶττον ὅλην αὐτῶν τὴν τέχνην ἐκμαθεῖν ὑπῆρξεν.
12. καὶ χρὴ χάριν οὕτω γινώσκειν αὐτοῖς τῆς συντόμου διδασκαλίας,
13. εἴγε μὴ ψεύδονται· ψευδομένοις δὲ ὀλιγωρίαν ἐγκαλεῖν.

Cliquer un n° de page pour en afficher l’image