14. Ὡς δ’ ἄν τις μάλιστα δοκοίη μοι κρῖναι δικαίως,
15. ἢ τυφλώττοντας αὐτοὺς περὶ τὸ χρήσιμον, ἢ μόνους
16. τὸ περιττὸν ὀρθῶς φεύγοντας, ἤδη φράσω. καὶ γὰρ οὐδὲ
17. σμικρὸν ἔοικεν εἶναι τοῦτο τὸ σκέμμα, οὐδὲ μέχρι λόγου μοι
1. προϊέναι μόνον, ὥσπερ τοῖς ἐμπειρικοῖς τε καὶ δογματικοῖς,
2. ὅσα περὶ τῆς πρώτης τῶν βοηθημάτων εὑρέσεως φιλονεικοῦσι,
3. περὶ τῆς νῦν χρήσεως ὁμολογοῦντες ἀλλήλοις, ἀλλ’
4. ἤτοι μεγάλα βλάπτεσθαι τὰ τῆς τέχνης ἔργα πρὸς τῆς
5. μεθοδικῆς αἱρέσεως ἀναγκαῖον, ἢ μεγάλ’ ὠφελεῖσθαι. διττῆς
6. δὲ τῆς ἐν τοῖς πράγμασι κρίσεως οὔσης, τῆς μὲν διὰ
7. λόγου μόνου, τῆς δὲ διὰ τῶν φαινομένων ἐναργῶς, ἡ μὲν
8. ἑτέρα, ἡ διὰ μόνου τοῦ λόγου, μείζων ἢ κατὰ τοὺς εἰσαγομένους
9. ἐστίν· οὐκ οὖν αὐτῆς νῦν ὁ καιρός· ἡ δὲ ἑτέρα,
10. ἡ διὰ μόνου τοῦ φαίνεσθαι, κοινὴ πάντων ἀνθρώπων ὑπάρχει.
11. τί οὖν κωλύει ταύτῃ πρώτῃ χρήσασθαι, σαφεῖ τε ἅμα
12. τοῖς εἰσαγομένοις οὔσῃ, καὶ πρὸς αὐτῶν τῶν μεθοδικῶν τετιμημένῃ;
13. διαπαντὸς γοῦν οὐδὲν ἄλλο ἢ τὸ φαινόμενον
14. ὑμνοῦσι, καὶ τοῦτο πρεσβεύουσιν ἐπὶ παντὶ, καὶ τὸ ἄδηλον
15. ἅπαν ἄχρηστον εἶναι λέγουσι. φέρε δὴ πρῶτον ἐπισκεψώμεθα
16. περὶ τῶν προκαταρκτικῶν λεγομένων αἰτίων, κανόνα
17. τῆς κρίσεως τὸ φαινόμενον τιθέμενοι. καὶ πρῶτός γε ὁ
18. μεθοδικὸς παρελθὼν ᾧδέ πως λεγέτω· Τί δή ποτε ψύξεις
1. τε καὶ ἐγκαύσεις, καὶ μέθας, καὶ ἀπεψίας, καὶ πλησμονὰς,
2. καὶ ἐνδείας, καὶ κόπους, καὶ ἐνεργείας, καὶ ἐδεσμάτων
3. ποιότητας, καὶ ἐθῶν ὑπαλλαγὰς, ὦ δογματικοί τε καὶ ἐμπειρικοὶ,
4. μάτην πολυπραγμονεῖτε; πότερον ταῦτ’
5. ἰᾶσθαι μέλλετε, τὰς ἐν σώματι παρέντες διαθέσεις, ἃ τὴν
6. ἀρχὴν οὐδὲ πάρεστιν, οὐκέτι τῶν τοιούτων οὐδὲν, ἀλλὰ
7. αὐτὰ μὲν οἴχεται, τὸ δ’ ὑπ’ αὐτῶν γενόμενον ἐν τῷ σώματι
8. μένει, καὶ τοῦτο χρὴ ἰᾶσθαι· τοῦτο γάρ ἐστι τὸ
9. πάθος. ἐπισκεπτέον οὖν αὐτὸ, οἶόν τί ἐστιν. εἰ μὲν γὰρ
10. στεγνὸν χαλαστέον, εἰ δὲ ῥοῶδες, σταλτέον, ὑφ’ ὅτου ἂν
11. αἰτίου γεγονὸς ἑκάτερον ᾗ. εἰς τί δὴ οὖν ἔτι τὸ αἴτιον ὠφελεῖ,
12. μήτε τοῦ ῥοώδους ποτὲ χαλάσεως δεομένου, μήτε τοῦ
13. στεγνοῦ στάλσεως, ἢ πάντως εἰς οὐδὲν, ὥς γε τὸ πρᾶγμα
14. αὐτὸ δείκνυσιν. ὅμοιος δὲ ὁ λόγος τοῖς μεθοδικοῖς καὶ περὶ
15. τῶν ἀδήλων καὶ συνεκτικῶν ὀνομαζομένων αἰτίων. καὶ γὰρ
16. ἐκεῖνα περιττά φασιν εἶναι, τοῦ πάθους τὴν οἰκείαν θεραπείαν
17. ἐνδεικνυμένου, καὶ χωρὶς τοῦ γνωσθῆναι τὴν αἰτίαν,
18. ὑφ’ ἧς ἐγένετο. τῷ δ’ αὐτῷ τρόπῳ τῶν λόγων ἐπί τε
1. τὰς ὥρας, καὶ τὰς ἡλικίας, καὶ τὰ χωρία μεταβαίνουσι,
2. θαυμάζουτες κᾀνταῦθα τῶν παλαιῶν ἰατρῶν, εἰ μὴ συνίασιν
3. οὕτως ἐναργοῦς πράγματος. ἡ γάρ τοι φλεγμονὴ, πάθος
4. οὖσα στεγνὸν, ὥς φασιν, οὐ δήπου, θέρους μὲν εἰ γένοιτο.
5. τῶν χαλώντων δεῖται βοηθημάτων, χειμῶνος δὲ ἄλλων τινῶν,
6. ἀλλ’ ἀμφοτέραις ὥραις τῶν αὐτῶν. οὐδ’ ἐπὶ μὲν τῆς
7. τῶν παίδων ἡλικίας τῶν χαλαστικῶν, ἐπὶ δὲ τῆς τῶν πρεσβυτέρων
8. τῶν στελλόντων. οὐδ’ ἐν Αἰγύπτῳ μὲν τῶν χαλώντων,
9. Ἀθήνῃσι δὲ τῶν ἐπεχόντων. ἀνάπαλιν δὲ τῇ
10. φλεγμονῇ τὸ ῥοῶδες πάθος ὑπάρχον οὐδέποτε τῶν χαλώντων,
11. ἀλλ’ ἀεὶ τῶν στελλόντων δεῖται, καὶ χειμῶνος, καὶ
12. θέρους, καὶ ἦρος, καὶ φθινοπώρου, καὶ παιδὸς ὄντος τοῦ
13. νοσοῦντος, καὶ ἀκμάζοντος, καὶ γέροντος, καὶ εἰ τύχοι περὶ
14. τὴν Θρᾴκην ἢ τὴν Σκυθίαν ἢ τὴν Αἰθιοπίαν εἶναι ὁ ἀῤῥωστῶν.
15. οὐκ οὖν οὐδὲν τῶν τοιούτων εἰς οὐδὲν χρήσιμον εἶναί
16. φασι, ἀλλὰ μάτην ταῦτα πάντα πολυπραγμονεῖσθαι.
17. τί δὲ καὶ τὰ μέρη τοῦ σώματος ἐπισκοπῆσαι; ἆρ’ οὐ καὶ
18. ταῦτα μάταια πρὸς ἔνδειξιν θεραπείας; ἢ τολμησάτω τις
1. εἰπεῖν, ὡς ἐν μὲν τῷ νευρώδει μορίῳ τὴν φλεγμονὴν χαλαστέον,
2. ἐν δὲ τῷ ἀρτηριώδει, ἢ φλεβώδει, ἢ σαρκώδει
3. σταλτέον. ἢ ὅλως, εἴ τι στεγνὸν ἔν τινι μέρει τοῦ
4. σώματος γένοιτο, τολμησάτω τις εἰπεῖν, ὡς οὐ χαλαστέον
5. αὐτὸ, ἢ οὐ σταλτέον τὸ ῥοῶδες. εἰ τοίνυν ἡ τοῦ μέρους
6. φύσις οὐδὲν ὑπαλλάττει τῆς θεραπείας τὸν τρόπον,
7. ἀλλὰ καὶ κατὰ τὸ γένος τοῦ πάθους ἡ τῶν βοηθούντων
8. εὕρεσις, ἄχρηστος φανερῶς ἡ τοῦ μέρους ἐπίσκεψις, ὁ μὲν
9. δὴ μεθοδικὸς τοιοῦτος, ὡς τύπῳ φάναι.
⟨
(De sectis ad eos qui introd.) [n° 004 Fichtner] [GalLat]
De sectis ad eos, qui introducuntur
Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Écoles pour les débutants
Sects for Beginners (SI)
Helmreich, Marquardt, Müller, 1893.
De sectis ad eos qui introducuntur, 1821, vol. 1, p. 64-105. urn:cts:greekLit:tlg0057.tlg004.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Walzer, Frede, 1985 (eng); Pellegrin, Dalimier, Levet, 1998 (fra); Martinez Manzano, 2002 (spa).
De sectis ad eos qui introducuntur, 7, ed. Kühn, 1821, vol. 1, p. 83-87. urn:cts:greekLit:tlg0057.tlg004.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩