10. Παρίτω δ’ ἐπ’ αὐτῷ δεύτερος ὁ ἐμπειρικὸς,
11. ᾧδέ πως λέγων· Ἐγὼ τῶν φαινομένων πλέον οὐδὲν οἶδα,
12. οὐδὲ ἐπαγγέλλομαί τι σοφώτερον, ὧν πολλάκις ἐθεασάμην.
13. εἰ μὲν δὴ ἀτιμάζοις τὸ φαινόμενον, ὥσπερ τινὸς ἔμπροσθεν
14. ἀκοῦσαί μοι δοκῶ σοφιστοῦ, καὶ ἡμῖν ὥρα πρὸς τοὺς
15. τιμῶντας αὐτὸ τὸ φαινόμενον ἀπαλλάττεσθαι, οὐδ’ ἂν ἤδη
16. νικῴης νίκην Καδμείαν. εἰ δ’, ὥσπερ καὶ κατ’ ἀρχὰς ἤκουσά
17. σου, τὸ μὲν ἄδηλον ἅπαν ἄχρηστον εἶναι φάσκοντος, ἕπεσθαι
1. δ’ ὁμολογοῦντος τοῖς ἐναργέσι, τάχα ἄν σοι δείξαιμι
2. τὸ παρορώμενον, ὑπομνήσας τοῦ φαινομένου. δηχθέντες ὑπὸ
3. κυνὸς λυττῶντος ἄνθρωποι δύο πρὸς τοὺς συνήθεις ἰατροὺς
4. ἐπορεύθησαν ἰάσεως δεόμενοι. μικρὸν δ’ ἦν ἑκατέρων τὸ
5. ἕλκος, ὡς μηδὲ τὸ δέρμα πᾶν διηρῆσθαι. καὶ τὴν θεραπείαν
6. ὁ μὲν ἕτερος αὐτῶν ἐποιεῖτο τοῦ ἕλκους μόνον, μηδὲν
7. ἄλλο πολυπραγμονῶν, καὶ ὀλίγων γε ἡμερῶν ὑγιὲς ἀπέφηνε
8. τὸ μέρος. ὁ δὲ ἕτερος, ἐπειδὴ λυττᾷν ἔγνω τὸν
9. κύνα, τοσοῦτον ἀπέδει τοῦ σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ
10. ἕλκος, ὥστε αὐτὸ τοὐναντίον ἀεὶ καὶ μᾶλλον εἰργάζετο μεῖζον,
11. ἰσχυροῖς τε καὶ δριμέσι χρώμενος φαρμάκοις ἕως χρόνου
12. συχνοῦ, καὶ πίνειν προσηνάγκαζεν αὐτὸν ἐν τῷ χρόνῳ τούτῳ
13. φάρμακα, καὶ λύττης ἰάματα, ὡς ἔφασκεν αὐτός. καὶ δὴ
14. καὶ οὕτως ἐτελεύτα τὸ συμβὰν ἀμφοτέροις. ὁ μὲν ἐσώθη
15. τε καὶ ὑγιὴς ἐγένετο, ὁ πίνων τὰ φάρμακα· ὁ δὲ ἕτερος, οὐδὲν
16. ἔχειν οἰόμενος κακὸν, ἐξαίφνης ἔδεισέ τε τὸ ὕδωρ, καὶ
17. σπασθεὶς ἀπέθανεν. ἆρά σοι δοκεῖ μάτην τὸ προκαταρκτικὸν
18. αἴτιον ἐν τούτοις ἐρευνᾶσθαι; ἢ δι’ ἄλλο τι ἀπέθανεν
1. ὁ ἄνθρωπος, πλὴν διὰ τὴν ὀλιγωρίαν τοῦ ἰατροῦ, μήτε
2. πυνθανομένου περὶ τῆς αἰτίας μηδὲν, μήτε τὴν τετηρημένην
3. ἐπ’ αὐτῇ θεραπείαν παραλαβόντος; ἐμοὶ μὲν γὰρ οὐ δι’
4. ἄλλο τι οὐδὲν φαίνεται, ἢ διὰ τοῦτο. ἐπεὶ δὲ τῷ φαινομένῳ
5. ἕπομαι, παρελθεῖν οὐ δύναμαι τοιοῦτον οὐδὲν αἴτιον.
6. οὕτω δὲ καὶ ἡλικίαν οὐ δύναμαι παραδραμεῖν, οὐδὲ ἀτιμάζειν.
7. καὶ γὰρ κᾀνταῦθ’ ἀναγκάζει με πιστεύειν τὸ φαινόμενον,
8. τῶν αὐτῶν κατὰ πάντα παθῶν οὐ πάντη τὴν
9. αὐτὴν θεραπείαν ἐχόντων, ἀλλ’ ἔστιν ὅτε τοσοῦτον διαφέρουσιν
10. ἐν ταῖς διαφόροις ἡλικίαις, ὥστε μηδὲ ποσότητι
11. μόνον, ἢ τρόπῳ βοηθημάτων διαλλάττειν, ἀλλ’ ὅλῳ τῷ
12. γένει. πλευριτικοὺς γοῦν πολλοὺς ἀκμάζοντάς τε καὶ ἰσχυροὺς
13. εἶδον ἐγὼ πολλάκις, καὶ ὑφ’ ἡμῶν αὐτῶν φλεβοτομουμένους,
14. ἀλλ’ οὐδένα τῶν ἐν ἐσχάτῳ γήρᾳ, ἢ κομιδῇ σμικρὸν
15. παῖδα· οὔθ’ ὑμεῖς ἐτολμήσατε διὰ φλεβὸς κενοῦν, οὔτ’
16. ἄλλος οὐδεὶς οὐδεπώποτε. τί δὲ, ὅταν Ἱπποκράτης εἴπῃ,
17. ὑπὸ κύνα, καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι;
18. καὶ ὅταν αὖ πάλιν, θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος
1. δὲ τὰς κάτω; πότερον ἀληθεύειν ὑμῖν, ἢ ψεύδεσθαι δοκεῖ;
2. καθ’ ἑκάτερον γὰρ ἀπορήσειν ὑμᾶς ἀποκρίσεως οἴομαι.
3. ψεύδεσθαι μὲν γὰρ εἰ φαίητε, τὸ φαινόμενον ἀτιμάζετε, ὃ
4. τιμᾷν προσποιεῖσθε. φαίνεται γὰρ οὕτως ἔχειν τἀληθὲς,
5. ὡς Ἱπποκράτης λέγει. εἰ δ’ ἀληθεύειν εἴποιτε, προσίεσθε
6. τὰς ὥρας, καὶ τὰς χώρας, ἃς ἀχρήστους ἀπεφήνασθε. νομίζω
7. δὲ ὑμᾶς μηδὲ πόῤῥω που τῆς οἰκείας ἀποδημῆσαι πατρίδος,
8. μήτ’ ἐν πείρᾳ γενέσθαι χωρίων διαφορᾶς. πάντως
9. γὰρ ἂν ἠπίστασθε τοὺς μὲν ὑπὸ ταῖς ἄρκτοις οὐ φέροντας
10. τὰς ἀθρόας τοῦ αἵματος κενώσεις, ὥσπερ οὐδὲ τοὺς κατ’
11. Αἴγυπτον, καὶ ὅλην τὴν μεσημβρίαν· τοὺς δ’ ἐν μέσῳ
12. τούτων ἐναργῆ πολλάκις ὠφέλειαν ἐπὶ ταῖς φλεβοτομίαις
13. λαμβάνοντας. τὸ δὲ μηδὲ τὰ μέρη τοῦ σώματος ἐπισκοπεῖσθαι
14. πάνυ μοι θαυμαστὸν ἐφ’ ὑμῶν καταφαίνεται, καὶ
15. δεινῶς ἄτοπον, οὐ τοῖς ἀληθέσι μόνον, ἀλλὰ καὶ τοῖς ὑφ’
16. ὑμῶν αὐτῶν πραττομένοις ἐναντίον. ὢ πρὸς τῶν θεῶν, ἔνθα
17. ἂν φλεγμονὴ γένηται, τῆς αὐτῆς δεῖται θεραπείας, κᾂν ἐν
1. σκέλει, κᾂν ἐν ὠτὶ, κᾂν ἐν στόματι, κᾂν ἐν ὀφθαλμῷ; τί δή
2. ποτ’ οὖν πολλάκις ὑμᾶς ἐθεασάμην τὰς μὲν ἐν τοῖς σκέλεσι
3. φλεγμονὰς καὶ ἀποσχίζοντας σμίλῃ, καὶ ἐπιβρέχοντας ἐλαίῳ;
4. τοὺς δὲ ὀφθαλμοὺς οὐδεπώποτε; τί δὲ, τοὺς μὲν ὀφθαλμοὺς
5. τοῖς στύφουσιν ἰᾶσθε φαρμάκοις φλεγμαίνοντας, οὐχὶ
6. δὲ καὶ τὰ σκέλη τοῖς αὐτοῖς ἐπαλείφετε; τί δ’ οὐχὶ καὶ τὰ
7. ὦτα φλεγμαίνοντα τοῖς τῶν ὀφθαλμῶν ἰᾶσθε βοηθήμασι;
8. τί δ’ οὐχὶ καὶ τοὺς ὀφθαλμοὺς τοῖς τῶν ὤτων; ἀλλ’ ἕτερον
9. μὲν ὤτων φλεγμονῆς, ἕτερον δὲ ὀφθαλμῶν ἐστι φάρμακον.
10. ὄξος μὲν γὰρ μετὰ ῥοδίνου φλεγμονῆς ὤτων ἀγαθὸν
11. φάρμακον. ἀλλ’ οὐκ οἶμαί τινα τολμήσειν ἐγχεῖν αὐτὸ φλεγμαίνουσιν
12. ὀφθαλμοῖς. εἰ δὲ καὶ τολμήσειεν, οὐ μετὰ μικρᾶς
13. εὖ οἶδ’ ὅτι ζημίας πειράσεται τῆς τόλμης. καὶ γαργαρεῶνος
14. φλεγμαίνοντος, ἀγαθὸν φάρμακον ἀκάνθης Αἰγυπτίας
15. ὁ καρπὸς, ἀγαθὸν δὲ καὶ ἡ σχιστὴ στυπτηρία. ἆρ’
16. οὖν ταῦτα καὶ ὀφθαλμῶν φλεγμαινόντων, καὶ ὤτων, ἢ πᾶν
17. τοὐναντίον ἐσχάτη βλάβη; καὶ ταῦτα πάντα λέγω, συγχωρήσας
1. ὑμῖν τὴν πρώτην ὑπόθεσιν, ὡς χρὴ τὴν μὲν ἐν τοῖς
2. σκέλεσιν ἢ ταῖς χερσὶ φλεγμονὴν χαλᾷν, οὐ μὴν τήν γε
3. τῶν ὀφθαλμῶν, ἢ τοῦ γαργαρεῶνος, ἢ τῶν ὤτων. εἰ δ’,
4. ὅτι καὶ τὴν ἐν τοῖς σκέλεσι καὶ ταῖς χερσὶν οὐκ ἐξ ἅπαντος
5. τρόπου χαλαστέον, ὑπομνήσαιμι, τάχα ἂν γνοίητε, εἰ
6. σωφρονήσετε, ὅσον ἁμαρτάνετε. ἔσται δὲ καὶ νῦν ὁ λόγος
7. ἀνάμνησις τοῦ φαινομένου. τῶν γὰρ ἐπὶ μηδεμιᾷ πληγῇ
8. φλεγμηνάντων ὁτιοῦν μέρος, ἀλλ’ αὐτομάτως ὑπαρξαμένων,
9. τῆς πληθωρικῆς διαθέσεως καλουμένης παρούσης, οὐδεὶς
10. χρῄζει χαλάσεως τοῦ μορίου πρὸ τῆς τοῦ ὅλου σώματος κενώσεως.
11. οὐ μόνον γὰρ οὐδὲν μειώσεις, ἀλλὰ καὶ προσαυξήσεις
12. τὴν οὖσαν φλεγμονὴν, εἰ τοῦτο δράσειας· ὅθεν ἐν
13. τούτῳ μὲν τῷ καιρῷ τὰ στύφοντα καὶ ψύχοντα τῷ μέρει
14. προφέρομεν, ἡνίκα δ’ ἂν τὸ ὅλον σῶμα κενώσωμεν, τηνικαῦτα
15. καὶ τὸ φλεγμαῖνον μόριον ἀνέχεται τῶν χαλώντων. εἰ
16. δ’ ὑμᾶς μὴ πείθω ταῦτα λέγων, ὅπερ ἔφην ἀρχόμενος τοῦ
17. λόγου, καιρὸς ἂν εἴη μοι πρὸς τοὺς τιμῶντας τὸ φαινόμενον
18. αὐτὸ ἀπαλλάττεσθαι.
⟨
(De sectis ad eos qui introd.) [n° 004 Fichtner] [GalLat]
De sectis ad eos, qui introducuntur
Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Écoles pour les débutants
Sects for Beginners (SI)
Helmreich, Marquardt, Müller, 1893.
De sectis ad eos qui introducuntur, 1821, vol. 1, p. 64-105. urn:cts:greekLit:tlg0057.tlg004.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Walzer, Frede, 1985 (eng); Pellegrin, Dalimier, Levet, 1998 (fra); Martinez Manzano, 2002 (spa).
De sectis ad eos qui introducuntur, 8, ed. Kühn, 1821, vol. 1, p. 87-92. urn:cts:greekLit:tlg0057.tlg004.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩