1. Ταῦτα εἰπόντος τοῦ ἐμπειρικοῦ παρελθὼν ὁ
2. δογματικὸς ὧδέ πως λεγέτω· Τάχα μὲν εὖ φρονοῦντί σοι καὶ
3. ταῦτα ἦν ἱκανὰ, περὶ τοῦ μήθ’ ἡλικίαν, μήθ’ ὥραν, μήτε
4. χώραν, ἀλλὰ μηδὲ προκαταρκτικὸν αἴτιον, ἢ μέρος τι τοῦ
5. σώματος ἄχρηστον ὑπολαμβάνειν. εἰ δέ σε μήπω πέπεικεν
6. ὁ ἐμπειρικὸς, ὑπομιμνήσκων τῶν φαινομένων, ἀλλά τινος
7. ἔτι καὶ λόγου δέοι, τοῦτόν μοι δοκῶ προσθήσειν ἐγὼ, καὶ
8. τὴν ὑπόθεσίν σου τῆς αἱρέσεως ἀποδείξω σαθράν. ἀκούω
9. μὲν γὰρ ὑμῶν λεγόντων γνῶσιν φαινομένων κοινοτήτων,
10. ἐρωτῶ δὲ ἑκάστοτε, περὶ τί μάλιστα ἡ κοινότης αὕτη συνίσταται,
11. καὶ πῶς αὐτὴν γνωριοῦμεν, οὐδέπω καὶ νῦν μοι
12. δοκῶ γνῶναι δύνασθαι. τὸ δ’ αἴτιον ἄχρι τῶν ὀνομάτων
13. ἀλλήλοις ὁμολογεῖτε, περὶ τῶν πραγμάτων διαφερόμενοι.
14. τινες γὰρ ὑμῶν ταῖς παρὰ φύσιν ἐκκρίσεσι παραμετροῦσι τὸ
15. στεγνὸν καὶ τὸ ῥοῶδες, ἰσχομένων μὲν αὐτῶν, στέγνωσιν ὀνομάζοντες
16. τὸ πάθος, ἀμέτρως δ’ ἐκκρινομένων, ῥύσιν. ἄλλοι
17. δέ τινες ἐξ ὑμῶν ἐν ταῖς λοιπαῖς τῶν σωμάτων διαθέσεσι
1. τὰ πάθη φασὶν εἶναι, καὶ μέμφονταί γε δεινῶς τοῖς εἰς τὸ
2. κενούμενον ἀποβλέπουσιν. ἐμοὶ δὲ ὅπη δοκοῦσιν ἑκάτεροι
3. σφάλλεσθαι, τάχα ἂν ἤδη δηλώσαιμι. γινέσθω δὲ ἡμῖν ὁ
4. λόγος πρὸς ἐκείνους πρότερον, ὅσοι ταῖς παρὰ φύσιν ἐκκρίσεσι
5. κρίνουσι τὰ πάθη. θαυμάζω γὰρ αὐτοὺς, εἰ μήθ’
6. ἱδρῶτάς ποτε, μήτε οὖρα, μήτ’ ἐμέτους, μήτε διαχωρήματα
7. πλείω τῶν κατὰ φύσιν εἶδον ἐν ταῖς νόσοις χρηστῶς κενούμενα,
8. καὶ τὸ πάντων ἀτοπώτατον, εἰ μηδ’ ??ῥινῶν αἱμοῤῥαγίαν
9. ποτὲ κρίνασθαι ἐθεάσαντο. ταύτης μέν γε οὐ τὸ ποσὸν
10. μόνον, ἀλλ’ ὅλον τὸ γένος παρὰ φύσιν ὑπάρχει. ἱδρώτων δὲ,
11. ἢ οὔρων, ἢ ὅσα κατὰ γαστέρα, ἢ δι’ ἐμέτων ὁρμᾷ, τὸ μὲν
12. γένος οὐ παρὰ φύσιν, οὕτως γε μὴν ἄμετρόν ἐστί ποτε τὸ
13. πλῆθος, ὥστε ἐγὼ μὲν οἶδά τινας εἰς τοσοῦτον ἱδρώσαντας,
14. ἄχρι τοῦ καὶ γνάφαλα διαβρέξαι, καὶ ἄλλους κατὰ γαστέρα
15. κενωθέντας ὑπὲρ τριάκοντα κοτύλας, ἀλλ’ οὐκ ἐδόκει
16. τούτων οὐδὲν παύειν, ὅτι τὸ λυποῦν ἐκενοῦτο. καίτοι τῷ
17. γε ταῖς κατὰ φύσιν ἐκκρίσεσιν εἰς ἅπαντα κανόνι χρωμένῳ,
1. κωλυτέα ἦν τὰ τοιαῦτα συμπτώματα. διὸ καὶ πιθανώτεροί
2. πως εἷναι δοκοῦσιν οἱ τὰς διαθέσεις ἐν τοῖς σώμασιν αὐτοῖς
3. τὰς κοινότητας ἐπιτιθέμενοι. θαυμάζω δὲ καὶ τούτων,
4. ὅπως αὐτὰς φαινομένας ἐτόλμησαν εἰπεῖν. εἰ γὰρ μὴ τὸ ῥέον
5. ἐκ τῆς κοιλίας ἡ ῥύσις ἐστὶν, ἀλλ’ ἡ διάθεσις τῶν σωμάτων,
6. ἐξ ἧς τὸ ῥέον, οὐκ ἐνδέχεται δὲ ταύτην οὐδεμιᾷ τῶν αἰσθήσεων
7. φαίνεσθαι, πῶς ἂν αἱ κοινότητες ἔτι φαινόμεναι
8. λέγοιντ’ ἄν; καὶ γὰρ ἐν κώλῳ δυνατὸν τὴν τῆς ῥύσεως
9. διάθεσιν εἶναι, καὶ ἐν λεπτοῖς ἐντέροις, καὶ περὶ τὴν
10. νῆστιν, καὶ περὶ τὴν γαστέρα, καὶ τὸ μεσάραιον, καὶ ἄλλα
11. πολλὰ τῶν ἐντὸς, ὦν οὐδὲν οὐδὲ αὐτὸ δυνατὸν αἰσθήσει
12. λαβεῖν, οὔτε τὸ πάθος αὐτοῦ. πῶς οὖν ἔτι φαινόμεναι
13. λέγοιντ’ ἂν αἱ κοινότητες, εἰ μήπω καὶ τὸ διὰ σημείων
14. γνωρίζεσθαι φαίνεσθαί τις ἐθέλοι καλεῖν; ἀλλ’ εἰ τοῦτο,
15. τίνι τῶν παλαιῶν ἰατρῶν ἔτι διαφέρουσιν, οὐκ οἶδα. πῶς
16. δὲ ταχέως καὶ ἐν ἓξ μησὶν ἐπαγγέλλονται τὴν τέχνην ἐκδιδάσκειν;
17. οὐ γὰρ ἂν, οἶμαι, σμικρᾶς δέοιντο μεθόδου πρὸς τὸ
18. γνῶναί τι τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἀλλὰ τῷ τοῦτο
1. καλῶς ἐργαζομένῳ καὶ ἀνατομῆς χρεία τῆς ἕκαστον τῶν ἐντὸς,
2. ὡς ἔχει φύσεως, διδασκούσης, καὶ φυσικῆς θεωρίας οὐ
3. σμικρᾶς, ἵνα τό τ’ ἔργον ἑκάστου καὶ τὴν χρείαν ἐπισκέψηται.
4. πρὶν γὰρ εὑρεθῆναι ταῦτα, τῶν ἐν βάθει τοῦ σώματος
5. μορίων οὐδενὸς οἶόν τε διαγνῶναι τὸ πάθος. τί δεῖ λέγειν,
6. ὅτι καὶ διαλεκτικῆς μὲν ἐνταῦθα χρεία μεγάλη, ἵν’,
7. ἐκ τίνων τί περαίνεται, σαφῶς εἰδῇς, καὶ μὴ παρακρουσθῇς
8. ποτε σοφίσμασι, μήθ’ ὑπ’ ἄλλου, μήθ’ ὑφ’ αὑτοῦ;
9. καὶ γὰρ καὶ ἡμᾶς αὐτοὺς ἄκοντάς ἐστιν ἰδεῖν, ὅτε
10. σοφιζόμεθα. καὶ μὴν καὶ οἷόν τί ἐστιν ἡ ῥύσις, ἡδέως ἂν
11. αὐτοὺς ἐροίμην, εἰ διαλέγεσθαι μεμαθήκασιν. οὐ γὰρ δὴ
12. τοῦτό γε μόνον ἀρκεῖν ἡγοῦμαι τό τισιν ἐξ αὐτῶν εἰρημένον,
13. ὅτι διάθεσίς τις παρὰ φύσιν ἡ ῥύσις ἐστί. τίς γὰρ ἡ
14. διάθεσις, εἰ μὴ μάθοιμεν, οὐδὲν ἂν οὐδέπω πλέον εἰδείημεν,
15. ἆρά γε χάλασίς τις, ἢ μαλακότης, ἢ ἀραιότης. οὐδὲν γάρ
16. ἐστιν ἀποῦσαί τι σαφὲς οὐδὲ αὐτῶν λεγόντων, ἀλλ’ ὅ, τι ἂν
17. ἐπέλθοι, νῦν μὲν τοῦτο, αὖθις δὲ ἐκεῖνο, πολλάκις δὲ καὶ
1. πάντα ἅμα, ὥσπερ οὐδὲν διαφέροντα. καὶ εἴ τις ἐπιχειρήσειε
2. διδάσκειν αὐτοὺς, ὅπως διαφέρει ταῦτα ἀλλήλων, καὶ
3. ὡς ἕκαστον αὐτῶν ἰδίας δεῖται θεωρίας, οὐχ ὑπομένουσιν
4. ἀκούειν, ἀλλὰ καὶ τοῖς παλαιοῖς ἐπιπλήττουσιν, ὡς μάτην
5. τὰ τοιαῦτα διοριζομένοις. οὕτως ἀταλαιπώρως ἔχουσι πρὸς
6. τὴν τῆς ἀληθείας ζήτησιν. ἀλλ’ οὐδ’ ὅτι τῷ μὲν χαλαρῷ
7. τὸ συντεταμένον ἐστὶν ἐναντίον, τῷ δὲ μαλακῷ τὸ σκληρὸν,
8. τῷ δ’ ἀραιῷ τὸ πυκνὸν, ἀκούειν ἀνέχονται· καὶ ὡς
9. παρὰ ταῦτα πάντα ἕτερόν τί ἐστι τὸ ἐπέχεσθαι τὰς φυσικὰς
10. ἐκκρίσεις καὶ τὸ ῥεῖν· καὶ ὡς ὑφ’ Ἱπποκράτους ταῦτα
11. πάντα διώρισται. προπετῶς δὲ περί τε τούτων αὐτῶν ἀποφαίνονται,
12. καὶ τὴν φλεγμονὴν, οὕτω δὲ καλοῦσι τὸν σκληρὸν
13. καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν καὶ θερμὸν ὄγκον, ἑτοίμως
14. πάνυ καὶ ἀσκέπτως, στεγνὸν εἶναι πάθος φασίν. εἶτ’ αὖθις
15. ἑτέρας φλεγμονὰς ἐπιπεπλεγμένας ὀνομάζουσι, ὥσπερ
16. τὰς ἐν ὀφθαλμοῖς, ὅταν μετὰ ῥεύματος ὦσι, καὶ τὰς ἐν
17. παρισθμίοις, καὶ γαργαρεῶνι, καὶ οὐρανίσκῳ, καὶ οὔλοις.
1. εἶθ’ ὑποτίθενται πόρους, τοὺς μὲν ἀραιοὺς γεγονέναι, τοὺς
2. δὲ μεμυκέναι, καὶ διὰ τοῦτο ἀμφότερα τὰ πάθη πεπονθέναι.
3. τινὲς δὲ οὖκ ὀκνοῦσι περὶ ἕνα καὶ τὸν αὐτὸν ἅμα
4. πόρον συνίστασθαι λέγειν ῥύσιν τε καὶ στέγνωσιν, ὃ μηδ’
5. ἐπινοῆσαι ῥᾴδιον· οὕτως ἐπίπαν τόλμης ἥκουσιν. ὀλίγοι
6. δέ τινες ἐξ αὐτῶν, ὑπομεῖναι δυνηθέντες ἐπιπλέον ὑπὲρ
7. ἁπάντων τούτων ἀκοῦσαί τε καὶ διασκέψασθαι, μόλις ποτὲ
8. μεταγνόντες ἐπὶ τὸ ἀληθὲς τρέπονται. τούτοις μὲν οὖν,
9. καὶ ὅσοι μετ’ ἀκριβείας τινὸς βούλονται μαθεῖν τι περὶ τῶν
10. πρώτων καὶ γενικῶν παθῶν, ἰδίᾳ γέγραπται. τὸ δὲ νῦν
11. εἶναι τοῖς εἰσαγομένοις χρήσιμον, πρὸς αὐτοὺς βραχέα εἰπεῖν
12. δίκαιον. ηὐξάμην δ’ ἄν τι κᾀκείνοις ἀπ’ αὐτῶν ὄνασθαι.
13. γένοιτο δ’ ἂν τοῦτο, εἰ τοῦ φιλονεικεῖν ἀποστάντες, αὐτὸν
14. τὸν λόγον ἐξετάσαιεν ἐφ’ ἑαυτοῖς. ἔχει δὲ ὁ λόγος, ὡς ἡ
15. καλουμένη καὶ πρὸς αὐτῶν ἐκείνων φλεγμονὴ παρὰ φύσιν
16. ὄγκος ἐστὶν ὀδυνηρὸς, καὶ ἀντίτυπος, καὶ σκληρὸς, καὶ
17. θερμὸς, οὐδέν τι μᾶλλον ἀραιότερον ἐργαζομένη κατὰ τὸν
1. ἑαυτῆς λόγον, ἢ σκληρότερον, ἢ πυκνότερον ἑαυτοῦ τὸ μέρος,
2. ἀλλὰ μεστὸν ῥεύματος περιττοῦ, καὶ διὰ τοῦτο τεταμένον.
3. οὐ μὴν, εἴ τι πάντως τέταται, τοῦτο πυκνότερον
4. γέγονεν, ἢ σκληρότερον ἑαυτοῦ. μάθοις δ’ ἂν ἐπί τε βυρσῶν
5. αὐτὸ καὶ ἱμάντων, καὶ πλοκάμων, εἰ πάντη διατείνειν
6. ἐπιχειρήσαις. οὕτω δὲ καὶ ἡ ἴασις τῶν πεπληρωμένων
7. μελῶν κένωσίς ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ πληρώσει.
8. κενουμένοις δὲ αὐτοῖς εὐθὺς ἕπεται τοῖς μορίοις χαλαρωτέροις
9. γίνεσθαι. τάσις μὲν δὴ τοῖς πεπληρωμένοις ἐξ ἀνάγκης,
10. ὥσπερ τοῖς κενουμένοις ἡ χάλασις ἕπεται. πύκνωσις
11. δὲ, ἢ ἀραίωσις, οὐδέτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐδὲ ῥύσις, ἢ
12. ἐπίσχεσις. οὔτε γὰρ, εἰ ἀραιὸν ἤδη τι, καὶ ῥεῖν ἐξ αὐτοῦ
13. πάντως ἀναγκαῖον· τί γὰρ, εἰ παχὺ καὶ ὀλίγον εἴη τὸ περιεχόμενον;
14. οὔτ’, εἰ πυκνὸν, ἴσχεσθαι. τὸ γὰρ πολὺ καὶ
15. λεπτὸν καὶ διὰ πυκνῶν ἐκρεῖ τῶν πόρων. βέλτιον οὖν ἦν
16. καὶ αὐτοὺς τοὺς τῶν παλαιῶν ἀναγνόντας τὰς βίβλους μεμαθηκέναι,
17. κατὰ πόσους τρόπους τὸ πρότερον ἐν τῷ μορίῳ
18. στεγόμενον αὖθις ἐκκρίνεται. καὶ γὰρ ἀραιουμένου τοῦ
1. περιέχοντος αὐτὸ, καὶ αὐτοῦ τοῦ περιεχομένου τε καὶ πλείονος
2. γενομένου, καὶ σφοδρότερον κινουμένου, καὶ ὑπό τινος τῶν
3. ἐκτὸς ἐφελκομένου, ἢ πρός τινος τῶν ἐντὸς ὠθουμένου, καὶ
4. οἷον ἀναῤῥοιβδουμένου πρός τινων τῶν ἐντός. εἰ δέ τις
5. ταῦτα πάντα παρεὶς, μίαν αἰτίαν κενώσεως ἡγοῖτο εἶναι τὴν
6. ἀραίωσιν τῶν πόρων, δόξει μηδὲ τὰ φαινόμενα γινώσκειν.
7. ἔριον γοῦν, ἢ σπογγίον, ἤ τι τῶν οὕτως ἀραιῶν ἐναργῶς
8. ὁρῶμεν, εἰ μὲν ὀλίγον ἐντὸς ἑαυτῶν ὑγρὸν ἔχοι, στέγοντα
9. καὶ μὴ μεθιέντα, τὸ πλέον δ’ ἀποχέοντα. τί δή ποτ’ οὖν
10. οὐχὶ κἀπὶ τῶν ὀφθαλμῶν, καὶ τῶν μυκτήρων, καὶ τοῦ στόματος,
11. καὶ τῶν ἄλλων τῶν οὕτως ἀραιῶν τὸ αὐτὸ τοῦτο
12. ἐνενόησαν, ὡς ἐνδέχοιτό ποτε τῷ πλήθει τῆς περιεχομένης
13. ἐν αὐτοῖς ὑγρότητος, οὐκ ἀραιώσει τῶν πόρων, ἐκρεῖν
14. τι; καὶ μὲν δὴ καὶ κεράμους εἴδομεν πολλάκις ἀραιοὺς οὕτως,
15. ὡς διηθεῖσθαι τὸ ὕδωρ. ἀλλ’ εἰ μέλιτος ἐγχέοις, οὐ
16. διηθεῖται, παχυτέρα γὰρ ἡ τοῦ μέλιτος οὐσία τῶν τοῦ κεράμου
17. πόρων. οὔκουν οὐδὲ τοῦτο ἀπεικὸς ἦν ἐννοῆσαι, ὡς
18. διὰ λεπτότητα πολλάκις ἐκρεῖ τι, κἂν μηδὲ αὐτὸ τὸ περιέχον
1. σῶμα τετρημένον ἐκ τῆς φύσεως ᾖ· ἀλλ’ οὐδ’ ὅτι
2. πολλάκις, ἥπερ διοικεῖ τὸ ζῶον, ὁρμῇ σφοδροτέρᾳ χρησαμένη,
3. τὸ περιττὸν ἅπαν ἐκένωσε δι’ αὐτοῦ, καθάπερ ἐκθλίψασά
4. τε καὶ ἀπωσαμένη. τί οὖν χαλεπὸν ἦν ἐννοῆσαι
5. τῷ γε ἀκριβῶς τοῖς τέχνης ἔργοις ὡμιληκότι τὰ πολλά; αἱ
6. γὰρ κρίσεις τῶν νοσημάτων ὧδέ πως γίνονται. καὶ παρίημι
7. τὰς λοιπὰς τῶν κενουμένων αἰτίας· ὡσαύτως δὲ καὶ τῶν
8. ἰσχομένων ἴσας τὸν ἀριθμὸν, ἐναντίας ταύταις οὔσας. οὐ
9. γάρ ἐστι τῶν ἐκείνων ἀκοῶν ὁ τοιοῦτος λόγος ἄκουσμα. ὃ
10. δέ μοι δοκοῦσι τάχα ἄν ποτε συνήσειν, ἐπὶ τοῦτ’ αὖθις
11. ἐπάνειμι. τὸ δύνασθαί ποτε ῥευματίζεσθαι τὸν ὀφθαλμὸν,
12. ἢ πολλοῦ τοῦ ῥεύματος, ἢ λεπτοῦ γεγονότος, ἢ ὑπὸ τῆς
13. φύσεως διὰ τοῦδε τοῦ μέρους ἀπωθουμένου, μηδὲν αὐτῶν
14. τῶν σωμάτων παρὰ τὸ κατὰ φύσιν ἀλλοιότερον ἐχόντων, καὶ
15. χρή δηλονότι τὸ μὲν λεπτὸν· ῥεῦμα παχύνειν, τὸ δὲ πολὺ
16. κενοῦν. τὴν δὲ ὁρμὴν τῆς φύσεως, ἂν ἐν καιρῷ γένηται,
17. δέχεσθαι, μηδὲν περὶ τὰ σώματα τῶν ὀφθαλμῶν
18. αὐτὰ πραγματευόμενον, ἅτε μηδὲ τῆς ῥύσεως ἦν αἴτια. τὸ
1. δ’ οἴεσθαί τινα μὲν φλεγμονὴν στεγνὸν εἶναι πάθος, ἑτέραν
2. δὲ ἐπιπεπλεγμένην, οὐκ οἶδ’ ὅπως σωφρονούντων ἐστί.
3. πρῶτον μὲν γὰρ ἐπελάθοντο τῶν σφετέρων λόγων, ὡς οὐ
4. τῇ κενώσει κριτέον τὸ ῥοῶδες, ἢ ταῖς ἐπισχέσεσι τὸ στεγνὸν,
5. ἀλλ’ εἰς αὐτὰς τῶν σωμάτων τὰς διαθέσεις χρὴ βλέπειν.
6. ὅταν οὖν καθ’ ἅπαν ὅμοιαι τυγχάνωσιν αὗται, καὶ μηδενὶ
7. φαίνηται διαφέρειν ἡ νῦν φλεγμονὴ τῶν πρόσθεν, ἄλλῳ γε,
8. ἢ τῷ τὸ μὲν ἀποῤῥεῖν τι, τὸ δὲ οὔ· πῶς οὐ δεινὸν ἄτοπον,
9. ἐπιπεπλεγμένην μὲν ταύτην, στεγνὴν δ’ ἐκείνην εἶναι
10. νομίζειν; ἔπειτα δὲ, πῶς οὐδὲ τοῦθ’, ὅπερ ἦν προχειρότατον,
11. ἐπῆλθεν αὐτοῖς λογίσασθαι, ὅτι μήτε ἐν χειρὶ, μήτ’
12. ἐν ποδὶ, μήτ’ ἐν πήχει, μήτ’ ἐν βραχίονι, μήτ’ ἐν κνήμη,
13. μήτ’ ἐν μηρῷ, μήτ’ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος ὤφθη
14. ποτὲ φλεγμονῆς εἶδος τοιοῦτον, οἷον ἐκτὸς ἀποχεῖν τι· μόναις
15. δὲ ταῖς ἐν τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ ταῖς
16. ῥισὶν ὑπάρχειν τοῦτο; πότερον ὁ Ζεὺς προσέταξε ταῖς κοινότησιν
17. ἁπάσαις ταῖς ἐπιπεπλεγμέναις, ὥστε μηδὲ πώποτε
1. μηδεμίαν αὐτῶν εἰς ἄλλο μηδὲν τῶν τοῦ σώματος ἀφικνεῖσθαι
2. μορίων, ἀλλ’ ἐν ὀφθαλμοῖς μόνον, καὶ ῥινὶ, καὶ στόματι
3. πολεμεῖν; ἡ φλεγμονὴ μὲν γὰρ ἅπαντα δύναται καταλαμβάνειν,
4. ὅσα γε τὰ τῆς γενέσεως αὐτῆς αἴτια δέχεσθαι
5. πέφυκεν. τῷ δὲ εἶναι τὰ μὲν ἀραιὰ τὴν φύσιν, τὰ δὲ
6. πυκνά· τῶν μὲν ἀποχεῖταί τι τοῦ ῥεύματος, ἐν δὲ
7. τοῖς ἴσχεται. καὶ γὰρ εἰ πληρώσειας ἀσκὸν ἢ ἄλλο τι τῶν
8. οὕτως στεγανῶν ὑγρᾶς οὐσίας, οὐδὲν ἀποῤῥεῖ· σπογγίαν
9. δὲ καὶ τῶν οὕτως ἀραιῶν εὐθὺς ἅπαν τὸ περιττὸν ἀποχεῖται.
10. τί δὴ οὖν χαλεπὸν ἦν, ἐννοήσαντας αὐτοὺς, ὅσον γε τὸ
11. ἄλλο δέρμα πᾶν στεγνότερόν ἐστι τοῦ κατὰ τοὺς ὀφθαλμοὺς,
12. καὶ τοὺς μυκτῆρας, καὶ τὸ στόμα, τῇ τῶν μορίων φύσει
13. τὴν αἰτίαν ἀναθεῖναι, παρέντας ἐπιπλοκὴν καὶ λήρους μακρούς;
14. ὅτι γὰρ οὕτω τοῦτ’ ἔχει, δηλοῦσιν αἱ μεθ’ ἑλκώσεως
15. ἐν τοῖς ἄλλοις μορίοις γινόμεναι φλεγμοναί· καὶ γὰρ κἀκείνων
16. ἀποῤῥεῖ τὸ λεπτομερὲς, ὥσπερ ἐν ὀφθαλμοῖς, καὶ ῥινὶ,
17. καὶ στόματι· ἕως δ’ ἂν ἀπαθὲς ᾖ, καὶ πάντως στεγνὸν τὸ
18. δέρμα, τοῦ μηδὲν ἀποχεῖσθαι τοῦτο αἴτιον, οὐ τὸ τῆς
1. φλεγμονῆς εἶδος. ὥσπερ αὖ πάλιν, εἰ μέλιτι δεύσειας ἢ
2. ὑγρᾷ πίττῃ πάνυ τὸ πλῆθος ἀμέτρῳ σπογγίαν ἢ ἔριον,
3. οὐδὲν ἀποῤῥεῖ διὰ τὸ τῆς ὑγρότητος πάχος, ἢ ὕδατι μὲν,
4. ἤ τινι τῶν οὕτω λεπτῶν, ἀλλ’ ἐλαχίστῳ τούτῳ· κατὰ τὸν
5. αὐτὸν, οἶμαι, λόγον οὐ διὰ παντὸς ἐκχεῖταί τινι τῶν
6. ὀφθαλμῶν, ἢ διὰ τὸ πάχος τῆς ὑγρότητος, ἢ τῷ μὴ περιττεύειν,
7. ὥσπερ καὶ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων. ὥστ’ ἐνδέχεται
8. ταὐτὸν εἶδος τῆς φλεγμονῆς, μηδενὶ διαφέρον ἄλλῳ
9. γε, πλὴν τῷ πάχει τῆς ἐπιῤῥεούσης οὐσίας, ὀφθαλμίαν
10. ἐργάσασθαι χωρὶς ῥεύματος, ἣν οἱ σοφώτατοι Μεθοδικοὶ
11. στεγνὴν ὀνομάζουσι, καὶ διαφέρειν οἴονται τῆς ἐπιπεπλεγμένης,
12. ἐπιλανθανόμενοι τῶν ἰδίων λόγων, οὓς ἄνω καὶ κάτω
13. μεταφέρουσι, σωματικὰς ἀξιοῦντες εἶναι τὰς κατασκευὰς τῶν
14. παθῶν, οὐκ ἐν τοῖς ὑγροῖς συνίστασθαι. πῶς οὖν, ὅταν εἰ
15. μὲν ἐν τοῖς σώμασιν ἡ αὐτὴ διάθεσις ᾖ, οὐδενὶ ἄλλῳ γε
16. διαφέρουσα, μόνῃ δὲ τῇ τῶν ὑγρῶν φύσει λεπτῶν ἢ παχέων
17. ὄντων, ἕπηται, ποτὲ μὲν ἀποῤῥεῖν τι, ποτὲ δὲ ἴσχεσθαι,
1. διαφερούσας ὑπολαμβάνετε εἶναι τὰς κοινότητας; οὕτω μὲν
2. δὴ καὶ τὸ ἐπιπεπλεγμένον ὑμῶν ἀδιανόητόν ἐστι. τὰ δὲ ἄλλα
3. κατὰ μέρος, οὐκ ἐν τοῖς κατὰ δίαιταν μόνον, ἀλλὰ καὶ ἐν
4. τοῖς κατὰ χειρουργίαν τε καὶ φαρμακείαν, ὅσα σφάλλεσθε,
5. τάχα ἂν αὖθις μαθήσετε, εἰ μηδέπω διὰ τούτων ἐπείσθητε.
6. νυνὶ δὲ, ἐπεὶ καὶ τοῖς εἰσαγομένοις ἱκανὰ ταῦτα, καταπαύσω
7. τῇδε τὸν παρόντα λόγον.
⟨
(De sectis ad eos qui introd.) [n° 004 Fichtner] [GalLat]
De sectis ad eos, qui introducuntur
Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Écoles pour les débutants
Sects for Beginners (SI)
Helmreich, Marquardt, Müller, 1893.
De sectis ad eos qui introducuntur, 1821, vol. 1, p. 64-105. urn:cts:greekLit:tlg0057.tlg004.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Walzer, Frede, 1985 (eng); Pellegrin, Dalimier, Levet, 1998 (fra); Martinez Manzano, 2002 (spa).
De sectis ad eos qui introducuntur, 9, ed. Kühn, 1821, vol. 1, p. 93-105. urn:cts:greekLit:tlg0057.tlg004.1st1K-grc1:9
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩