Galenus. De constitutione artis medicae ad Patrophilum (De constit. artis med.) [n° 006 Fichtner] [GalLat]

Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).

De constitutione artis medicae ad Patrophilum, 1, ed. Kühn, 1821, vol. 1, p. 227-230. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:1

10. Ἐπειδὴ τῶν τεχνῶν ἔνιαι μὲν ἐν μόνῳ τῷ θεωρῆσαι
11. τὴν φύσιν, ὧν ἐπισκοποῦνται πραγμάτων, ἔχουσι τὸ τέλος,
12. ὡς ἀριθμητικὴ, καὶ ἀστρονομία, καὶ φυσιολογία· τινὲς δὲ
13. πράττουσι μέν τινας πράξεις, ὡς ὀρχηστική τε καὶ κηρυκτικὴ,
14. δεῖξαι δ’ οὐδὲν ἔργον ἑαυτῶν ἔχουσι τοῦ πράττειν
15. παυσάμεναι· τινὲς δ’ ἔμπαλιν τούτων ἐπιδείκνυνται δημιουργήματα,
16. καθάπερ οἰκοδομική τε καὶ τεκτονική· τινὲς
17. δ’ οὐδὲν αὗται δημιουργοῦσι, ἔργον δ’ αὐταῖς ἐστι καὶ σπούδασμα,
1. θηράσαι τε καὶ κτήσασθαι τῶν ὄντων τι, καθάπερ
2. ἥ τε ἁλιευτικὴ καὶ κυνηγετικὴ, καὶ συλλήβδην εἰπεῖν, ἡ θηρευτικὴ
3. πᾶσα· πρόκειται δέ σοι συστήσασθαι μεθόδῳ τέχνην
4. ἰατρικὴν, ἐπίσκεψαι πρῶτον, ἐκ ποίου γένους ἐστὶ τῶν
5. τεχνῶν· ἆρά γε τῶν θεωρητικῶν ἐστι μία τις, ἢ τῶν πρακτικῶν,
6. ἢ ποιητική τις, ἢ κτητική. τοῦτο δὲ οὐ χαλεπὴν οὔτε
7. τὴν ζήτησιν οὔτε τὴν εὕρεσιν ἔχει. διὸ γὰρ ὅλως ἐπεθύμησας
8. κτήσασθαι τέχνην τοιαύτην, ἀναμνησθῆναί σε χρή. πρῶτον
9. οὖν σε πάντων αὐτὸ τοῦτο ἠρόμην, ἡνίκα ἡμῖν ἡ ἀρχὴ τοῦ
10. τοιούτου ἐγίγνετο γυμνάσματος, ἀπεκρίνω δέ μοι, βούλεσθαι
11. τοὺς παρὰ φύσιν ἔχοντας ἀνθρώπους τὸ σῶμα, μάλιστα
12. μὲν, εἰ οἷόν τε, πάνυ εἰς τὴν φύσιν ἐπαναγαγεῖν, εἰ
13. δ’ ἄρα τοῦτ’ ἀδύνατον, ἀλλὰ τοῦ γε διαγινώσκειν ἑκάτερον,
14. ὅσοι τε ἰάσιμοι, καὶ ὅσοι μὴ, κτήσασθαί τινα γνῶσιν.
15. ἐπεὶ δὲ ταύτην ἀρχὴν ἔδωκας τῷ λόγῳ, τῶν ποιητικῶν
16. ἔφην σε τεχνῶν ἀποφαίνειν, ἣν συστήσασθαι ποθεῖς, εἴ γε
1. δὴ δεικνύειν ἔχεις τῆς τέχνης τοὖργον, ἤδη τοῦ πράττειν
2. πεπαυμένος. εἰσὶ δὲ δήπου καὶ ἄλλαι πολλαὶ τέχναι ποιητικαὶ,
3. χαλκευτικὴ, σκυτοτομικὴ, ναυπηγικὴ, τεκτονικὴ,
4. πλαστικὴ, γραφικὴ, καὶ σχεδὸν ὅσος οὐκ ἄλλος
5. ἀριθμὸς ἑτέρου γένους, αἱ ποιητικαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις
6. εἰσίν. ἣν οὖν ἐπὶ τῶν τοιούτων τεχνῶν ἔμαθες ἐν
7. τῷ πρὸ τούτου γράμματι, ταύτην ἤδη σοι μεταφέρειν καιρὸς,
8. ἐφ’ ἣν συστήσασθαι σπεύδεις, ἀρχὴν κᾀνταῦθα τῷ
9. λόγῳ τὴν αὐτὴν τιθέμενος, ἣν ἐπ’ ἐκείνων ἁπασῶν ἐτίθεσο,
10. τὴν ἔννοιαν τοῦ τέλους, ἣν ὁπόθεν ἐκτησάμεθα, λέγειν ἤδη
11. καιρός. πρώτη μὲν ἡμῖν ἐγένετο γνῶσις ἡμῶν τε αὐτῶν
12. ὑγιαινόντων, καὶ τῶν ἄλλων ἀνθρώπων. δευτέρα δ’ ἐπὶ
13. ταύτῃ νοσησάντων, ὅθεν περ καὶ ἡ ἐπιθυμία τοῦ θ’ ὑγιαίνειν
14. εἰσῆλθεν ἡμῖν, καὶ τοῦ συστήσασθαί τινα τέχνην
15. ὑγιαστικήν. ἀλλ’ ἐπεί περ ὑγείαν ἐργάζεσθαι βουλόμεθα
16. τοῦ γένους, ἄν τις εἴη μία τῶν ποιητικῶν τεχνῶν,
17. ἣν συστήσασθαι ποθοῦμεν. οὐσῶν δὲ διφυῶν, ὡς
18. ἐδείχθη, τῶν ποιητικῶν, ἐκ τῶν ἐπανορθουμένων ἂν εἴη τὸ
1. ἤδη γεγονὸς, ἣν ζητοῦμεν, οὐκ ἐκ τῶν δημιουργουσῶν ὃ
2. μήπω πρόσθεν ἦν. ἔνιαι μὲν γὰρ τῶν τεχνῶν αὐτὰ τὰ
3. πράγματα δημιουργοῦσιν, ὥσπερ αἱ κατὰ τὴν ὑφαντικὴν καὶ
4. σκυτοτομίαν· ἔνιαι δὲ ἐπανορθοῦνται τὰ πονήσαντα, καθάπερ
5. αἵ τε τὰ διεῤῥωγότα τῶν ἱματίων, καὶ τὰ διεσπασμένα
6. τῶν ὑποδημάτων συῤῥάπτουσαι.

Cliquer un n° de page pour en afficher l’image