Galenus. De constitutione artis medicae ad Patrophilum (De constit. artis med.) [n° 006 Fichtner] [GalLat]

Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).

De constitutione artis medicae ad Patrophilum, 10, ed. Kühn, 1821, vol. 1, p. 257-260. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:10

12. Ὁπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναμεν,
13. ἐπιστήσαντες αὐτὸν ἀναλάβωμεν ἐν κεφαλαίοις τὰ εἰρημένα.
14. γνωσόμεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουμένου τὸ εὑρημένον
15. ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόμενόν. ἐστι. προὔκειτο
16. μὲν ἡμῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’
17. οὐχ οὕτως, ὡς ἡ οἰκοδομικὴ τῆς οἰκίας δημιουργική ἐστιν,
18. ἀλλ’ ὡς τοῦ διαφθειρομένου μέρους αὐτῆς ἐπανορθωτική.
1. καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ
2. τοῦτο τὸ ζητούμενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως
3. οἰκοδόμῳ τὰ σφάλματα τοῦ σώματος ἐπανορθοῦσθαι δυνατός
4. ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην μεταχειριζόμενος. ἐπεὶ
5. δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν
6. τοῦ σώματος, οὗ τὰ σφάλματα μέλλει θεραπεύειν ἡ
7. τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαμεν. εὑρόντες δ’, ὡς ἐνέργειαί
8. τε καὶ κατασκευαὶ μορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι
9. χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως,
10. ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συμπληροῦται τὸ
11. κατὰ φύσιν, ἐζητήσαμεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς μορίοις
12. ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία,
13. τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ
14. τῶν καθ’ ἑκάτερα νοσημάτων σκεψόμεθα. καὶ σχεδὸν ἡμῖν
15. ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων
16. ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἰδός
17. τι μόνον αὐτῆς, καὶ οἷον παράδειγμα. τὴν δὲ σύμπασαν
1. οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐπιστήμης
2. ἕξομεν, ἐπειδὰν ταῖς ὕλαις ἐμβιβάσωμεν τὰ εἴδη. χρὴ
3. γὰρ οὐ μόνον, ὅτι θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ
4. ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται μόριον, ἐγνωκέναι
5. τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς μὲν ἡ τῶν
6. ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων,
7. καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως
8. δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου μορίου σύνθεσις, οἷον
9. χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύμονος, καρδίας,
10. ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη
11. τε καὶ τὰς διαφορὰς τῶν νοσημάτων αὔταρκές ἐστι γιγνώσκειν,
12. ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον, ὅπως γίγνεται ταῦτα.
13. τοῦτο γὰρ ποιήσαντες ἐπιστήμην ἂν ἔχοιμεν ὑγιεινοῦ τε καὶ
14. νοσεροῦ σώματος, οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ καθ’
15. ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναμφοτέρων ἐδείχθη συνίστασθαι,
16. τοῦ τε εἴδους καὶ τῆς ὑποδεχομένης ὕλης αὐτό.
17. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε
18. νοσήματα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον
1. μὲν ἐν δύο πραγματείαις διερχόμεθα, τῇ τε τῆς θεραπευτικῆς
2. μεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι
3. τὴν μέθοδον, αὐτῶν ἀρκεῖ μνημονεῦσαι.

Cliquer un n° de page pour en afficher l’image