4. Ἡ μὲν οὖν θεραπευτικὴ μέθοδος ἐκ τῆς
5. τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων ἄρχεται διαθέσεως.
6. ἐπειδὴ γὰρ τὸ μὲν ὑγιαῖνον, καθ’ ὑπερβολὴν, ἄν θ’
7. ὁμοιομερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύμμετρον πάντα ἐστὶν,
8. ἄμετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀμετρίαν,
9. ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν
10. αὐτῇ ἀμετρίαν. κατὰ μὲν τὰς τῶν ὁμοιομερῶν καὶ ἁπλῶν
11. σωμάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν,
12. εἰ μὲν εἴη κατὰ μέγεθος ἡ ἀμετρία τοῦ νοσήματος, ἕτερον
13. ἐναντίον μέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν
14. διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθμόν. ἐπὶ πάντων
15. οὖν ἡ εἰς τὸ σύμμετρον ἐπάνοδος ἐκ τῆς ἀμετρίας ὑπὸ
16. τῆς ἐναντίας ἀμετρίας ἔσται. χρὴ γὰρ οἷον ὁδόν τινα βαδίσαι
17. τὸ παρὰ φύσιν ἔχον ἐν τῷ πρὸς τὴν φύσιν ἐπανέρχεσθαι,
1. τὴν αὐτὴν μὲν, ἀλλ’ ἐνπαλιν ὁδοιπορῆσαν. εἰ δ’
2. ἔμπαλιν ἔρχεσθαι μέλλοι, διὰ τῶν ἐναντίων ἀφίξεται τῇ
3. παρούσῃ διαθέσει. καὶ οὗτος ἂν εἴη κοινότατός τε καὶ γενικώτατος
4. σκοπὸς ἁπάσης τῆς ἰάσεως τῶν νοσημάτων, τὸ
5. ἐναντίον, ὥς που καὶ πρὸς Ἱπποκράτους εἴρηται, τὰ ἐναντία
6. τῶν ἐναντίων ἰάματα. κατὰ μέρος δὲ τὰ κατὰ μέρος
7. ἐναντία, τῷ μὲν θερμῷ νοσήματι τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ
8. τὸ θερμόν. ὡσαύτως δὲ καὶ τῷ μὲν ξηρῷ τὸ ὑγραῖνον,
9. τῷ δὲ ὑγρῷ τὸ ξηραῖνον. οὕτω μὲν ἐπὶ τῶν ὁμοιομερῶν.
10. ἐπὶ δὲ τῶν ὀργανικῶν, καθ’ ἕκαστον τῶν εἰρημένων
11. αὐτοῖς γενῶν τεττάρων, τῆς νοσώδους ἀμετρίας τὴν ἐναντίαν
12. χρὴ ἀντεισάγειν, ἄχρις ἂν ἐπὶ τὸ σύμμετρον καὶ κατὰ φύσιν
13. ἔλθωμεν. οἶον εἰ ἐπετράφη τινὶ ἕλκει σὰρξ πλείων τοῦ
14. κατὰ φύσιν, οὐ τὸ σαρκοῦν, οὐδὲ τὸ ἀνατρέφον, ἀλλὰ
15. τὸ καθαιροῦν τε, καὶ ἀφαιροῦν, καὶ διαβιβρῶσκον,
16. καὶ διαφθεῖρον ἁρμόττει προσφέρειν· ὥσπερ, εἰ καὶ κοῖλον
17. ἕλκος ἔν τινι γένοιτο μέρει, σαρκωτικὸν προσφέρειν ἐκείνῳ.
1. ἑκατέρου δ’ εἰς τοσοῦτον ἡ χρῆσις, ὡς παύσασθαι τό τε
2. πρῶτον, ὅταν εἰς τὸ σύμμετρον ἀφίκηται, πρὶν ὑπερβῆναι
3. πρὸς τὸ ἐναντίον. καὶ γὰρ τὸ ὑπερσαρκοῦν καθαιρῶν,
4. εἰ μὴ σταίης ἐν τῷ συμμέτρῳ, κοῖλον ἀποδείξεις τὸ
5. μέρος· ἀνατρέφων τε τὸ κοῖλον εἰ μὴ σταίης, κᾀνταῦθα
6. παύσαιο κατὰ τὸ σύμμετρον, ὑπερσαρκοῦν ἐργάσῃ. κατὰ
7. μὲν δὴ τὸ γένος τοῦτο τῶν νοσημάτων, ἐν ᾧ τὰ μόρια πρὸς
8. τὸ μεῖζόν τε καὶ τοὔλαττον ἐκτρέπεται, τὴν ἐπανόρθωσιν,
9. ὡς εἴρηται, διὰ τῶν ἐναντίων ἐστὶ ποιητέον. καθ’ ἕτερον
10. δὲ γένος, ἐν ᾧ τῆς διαπλάσεως ἐξίσταται τῆς κατὰ φύσιν,
11. ἐπειδὴ πλείους εἰσὶν αἱ κατὰ μέρος διαφοραὶ, καθ’ ἑκάστην
12. αὐτῶν ἐξευρίσκειν τὸ ἐναντίον. οἷον εἴ τι μόριον ἑαυτοῦ κυρτότερον
13. ἐγένετο, πρὸς τοὐναντίον ἀπάγειν αὐτὸ θλίβοντα καὶ
14. ὠθοῦντα. τὰ δ’ εἴσω θλιβέντα καὶ οἱονεὶ σιμωθέντα πρὸς
15. τὸ ἐκτὸς ἐπανάγειν, ὥσπερ τὴν ῥῖνα. τὰ δ’ ἀντὶ τραχέων λεῖα
16. γενόμενα τραχύνειν, ὥσπερ γε καὶ ὅσα τραχέα λειαίνειν. οὕτω
17. δὲ καὶ ὅσα τὰς κοιλότητας, ἢ τοὺς πόρους, ἢ ὅλως τὰς διατρήσεις
1. ἤτοι μείζους, ἢ ἐλάττους ἔσχεν, ἢ κενωτέρας τοῦ δέοντος,
2. ἢ μεστοτέρας, ἢ συμπεφραγμένας ὑπὸ παχέων τε καὶ γλίσχρων
3. ὑγρῶν, καὶ ταῦτα πρὸς τοὐναντίον ἀπάγειν, μέχρις ἂν ἐπὶ τὸ
4. σύμμετρον ἀφίκηται. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὴν θέσιν
5. ἐξέστη τοῦ κατὰ φύσιν, ἐπανάγειν αὐτὰ πρὸς τὴν ἐξ ἀρχῆς
6. φύσιν, ἔμπαλιν ἀπάγοντα· τὸ μὲν εἰς τὸ πρόσω χωρῆσαν
7. ὀπίσω, τὸ δ’ εἰς τὴν ὀπίσω χώραν μεταστὰν ἀνθέλκοντα
8. πρόσω. καὶ κατὰ τὰς ἄλλας ἀντιθέσεις δύο, τήν τε ἄνω
9. καὶ τὴν κάτω, καὶ τὴν ἔνθα καὶ ἔνθα, κατὰ τὸν αὐτὸν
10. τρόπον. εἰ δὲ, τοῦ κατὰ φύσιν ἀριθμοῦ τῶν μορίων διαφθαρέντος,
11. εἰς νόσον ἐμπίπτει τὸ σύμπαν ὄργανον, εἰδέναι
12. μὲν δήπου κᾀνταῦθα χρὴ, τὸ μὲν ὑπερβολὴν εἶναι
13. τοῦ ποσοῦ, τὸ δὲ ἔλλειψιν, ὡς κᾀν τῇ κατὰ μέγεθος
14. ἐξαλλαγῇ πρόσθεν εἴρηται, τὴν δ’ ἴασιν, ὥσπερ ἐπ’ ἐκείνης,
15. ἐν ἀφαιρέσει τε καὶ προσθέσει γίνεσθαι. διαφέρει δὲ
16. τοσοῦτον, ὅτι μόρια μὲν ὁλόκληρα κατὰ τοῦτο τὸ γένος,
17. ἐν ἐκείνῳ δὲ μέρη μορίων ἀφαιρεῖν τε καὶ προστιθέναι προσήκει.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 11, ed. Kühn, 1821, vol. 1, p. 260-263. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩