Galenus. De constitutione artis medicae ad Patrophilum (De constit. artis med.) [n° 006 Fichtner] [GalLat]

Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).

De constitutione artis medicae ad Patrophilum, 12, ed. Kühn, 1821, vol. 1, p. 264-268. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:12

1. Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους μόνον,
2. ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναμις ἡμῖν ἐστιν
3. ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήματος ἰδέα τὸν
4. τρόπον ἐνδείκνυται μόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνατός
5. ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαμβάνεται
6. γὰρ ἐν ἁπάσαις ταῖς ποιητικαῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ
7. τῆς ἐννοίας τῶν γενησομένων πραγμάτων, ἀλλ’ ἐκ τῆς δυνάμεώς
8. τε καὶ ἀδυναμίας τοῦ δημιουργοῦντος αἰτίου, καὶ
9. προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ
10. γοῦν αὐτὰ πράγματα τοῖς μὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ
11. καθίσταται, καὶ καθ’ ἕτερον μὲν καιρὸν ἀδύνατα, καθ’
12. ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶμα γινομένων
13. ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ μέν
14. τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει
15. μὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ μόρια καὶ
16. διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ
17. δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ
18. μὲν ἐμβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον
1. δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει μέν ἐστι δυνατὸν, ἀδύνατον
2. δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡμιπέπτων τε
3. καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συμπράττει
4. τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν μὲν ἐργαζόμενος
5. τὸ ἕλκος ἐπιθέσει φαρμάκου καθαίροντος, ἐπιφέρων δὲ
6. τὰ συμμέτρως θάλποντα τοῖς πεφθῆναι δεομένοις. πολλὰ
7. δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔμπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέντων
8. ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν,
9. καὶ σύνδεσμον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θεραπευτικῆς
10. μεθόδου πρῶτον μὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν
11. κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν
12. ἰάματα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία·
13. τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε μέν ἐστι δυνατὸν ἡμῖν ἢ
14. τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ
15. ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ
16. μέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη μοῖρα τῆς φυσικῆς
17. θεωρίας, ἐν ᾗ γε χρὴ γεγυμνάσθαι τὸν ἐξευρήσοντα
1. τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσομένων.
2. αἱ πραγματεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε
3. περὶ ζωογονίας ὀνομαζομένη, καθ’ ἣν, ὅπως ἐκ σπέρματός
4. τε καὶ καταμηνίου τὴν γένεσιν ἔχει τὸ κυούμενον, ἐπισκεπτόμεθα,
5. καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάμεων. ἐν μὲν
6. γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρματος ἐπισκέψαι φανεῖταί
7. σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ μεθόδῳ,
8. ταῦθ’, ἅπερ ἡμῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν
9. ἐν τῷ κυουμένῳ μόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάμεως
10. ὕλη χρωμένης αὐτῇ τῇ τοῦ σπέρματος οὐσίᾳ. καὶ εἴπερ
11. τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυμάσαις, εἰ μηδὲν τῶν τοιούτων
12. ἡ φύσις ὕστερόν ποτε δύναται δημιουργεῖν. ἐν δὲ τῷ
13. περὶ φυσικῶν δυνάμεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγενημένων
14. διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέσεως,
15. ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ μόνας,
16. ὑπηρετουμένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον.
17. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόμεθα περὶ τῆς τῶν
18. δημιουργικῶν αἰτιῶν δυνάμεως καὶ τῆς τῶν ἀποτελουμένων
1. οὐσίας, ἐξευρήσεις ἅπαντα τὰ δυνατὰ καὶ ἀδύνατα. οἶον εἰ
2. δυνατὸν, ἀπολλυμένου χόνδρου, γεννᾶσθαι πάλιν ἕτερον χόνδρον,
3. ἢ ἀντ’ αὐτοῦ τι παραπλήσιον. οὕτω δὲ καὶ ὀστοῦν
4. εἰ δυνατὸν ἕτερον ποιῆσαι τοῦ μετὰ τὴν ἀποκύησιν ἀπολλυμένου,
5. ἤ τι παραπλήσιον αὐτῷ· καὶ εἰ συμφῦναι τὸ νευρῶδες
6. τοῦ διαφράγματος, ἢ τὴν καρδίαν, ἢ τὸ ἧπαρ, ἢ
7. ὅλως ὁτιοῦν τῶν ἄλλων μορίων. ἐμοὶ δὲ οὐ καιρὸς ἐνταῦθα
8. διέρχεσθαι πάντα. οὐ γὰρ εἰς ἓν τοῦτο τὸ βιβλίον ἐγχωρεῖ
9. τὴν ὅλην ἰατρικὴν καταθέσθαι, οὐδὲ τοῦτ’ ἐξ ἀρχῆς ὁ λόγος
10. ἔσπευδεν, ἀλλὰ τὰς μεθόδους εἰπεῖν, ἐνδείξασθαί τε
11. περὶ τῆς συστάσεως τῆς τέχνης, ἐκ τίνων τε καὶ πόσων ἀρχῶν,
12. καὶ κατὰ τίνας ὁδοὺς γίγνεται. καταπαύσας οὖν ἐνταῦθα
13. τὸν ἐνεστῶτα λόγον, εἰς ἕν τε κεφάλαιον ἀναβαλὼν,
14. προσθήσω τῷ πρόσθεν ἤδη συνεστῶτι μέρει τῆς τέχνης.
15. ὡς γὰρ ἐν ἐκείνῳ τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν
16. σωμάτων εἶδος ἐξευρόντες ἠξιοῦμεν ἐν ταῖς κατὰ μέρος
17. ὕλαις αὐτὸ θεάσασθαι πάσαις, οὕτω καὶ νῦν, ὑπὸ τῆς
18. θεραπευτικῆς μεθόδου τῶν σκοπῶν εὑρημένων, εἰς τὰς
1. κατὰ μέρος ὕλας ἐμβιβάζειν αὐτοὺς ἀξιώσομεν, ἵνα γνῶσιν,
2. ὅσα τε δυνατὸν γίγνεσθαι κατ’ αὐτήν εἰσιν, ἢ ἐκ μέρους,
3. ἢ κατά τινα χρόνον, ὅσα τ’ ἀδύνατον παντάπασιν· ἐπισκοπεῖσθαι
4. δὲ κᾀνταῦθα τὴν πρὸς τὰς ἄλλας τέχνας ἀναλογίαν.
5. ὡς γὰρ εἴ τις, ἐξ ὀπτῶν πλίνθων γεγενημένης
6. οἰκίας, εἶτα πεπονθυίας κατά τι μέρος, ἐπανορθοῦσθαι
7. τοῦτο κελεύσειεν, ἐξαιροῦντας μὲν, ὅσαι πεπόνθασι
8. τῶν πλίνθων, εἰς δὲ τὸν ἐκείνων τόπον ἐντιθέντας ἑτέρας
9. ἀπαθεῖς, ἀναγκαῖον ἔσται τῷ δημιουργῷ κατασκευάζειν
10. πρότερον ἑτέρας ὁμοίας ταῖς πεπονθυίαις, ἔτι τε πρὸς
11. τούτῳ τὴν ἐπιτηδείαν ὕλην οὐκ ἔχοντος παρασχεῖν τοῦ δεσπότου
12. τῆς οἰκίας, ἀδύνατον εἷναι λέγειν τὴν ἐπανόρθωσιν·
13. οὕτως ἔχει κᾀπὶ τοῦ νῦν προκειμένου σκέμματος.
14. ἀπορίᾳ γὰρ τῆς ὕλης οὐδὲν ἐξ ὑστέρου ποιεῖν ἡ φύσις
15. οἵα τ’ ἐστὶν, ὧν ἐκ σπέρματος ἐν τῷ διαπλάττειν τὸ
16. ζῶον ἐποίησεν.

Cliquer un n° de page pour en afficher l’image