Galenus. De constitutione artis medicae ad Patrophilum (De constit. artis med.) [n° 006 Fichtner] [GalLat]

Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).

De constitutione artis medicae ad Patrophilum, 14, ed. Kühn, 1821, vol. 1, p. 271-279. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:14

15. Ὑπόλοιπον δ’ ἂν εἴη πράττειν αὐτῷ
16. μέλλοντι τὰ κατὰ τὴν τέχνην, ἐξευρῆσθαί τινα διαγνωστικὴν
17. θεωρίαν ἁπασῶν τῶν διαθέσεων, καὶ μάλισθ’ ὅσαι περὶ
18. τὰ κατὰ βάθος μόρια συνίστανται. οὐδὲ γὰρ ἐνταῦθα τοῦ
19. τυχόντος ἐστὶν ἐξευρεῖν ἑκάστου τῶν μορίων, ἢ τῶν ἁπλῶν,
1. ἢ τῶν ὀργανικῶν, τὴν νοσώδη διάθεσιν, ὅταν ἐν τῷ βάθει
2. τύχῃ κείμενον. ἀλλὰ κᾀνταῦθα μεθόδῳ τινὶ χρὴ πειρᾶσθαι
3. τὸ πεπονθὸς ἐξευρίσκειν ἅμα τῇ περὶ αὐτὸ διαθέσει, περὶ
4. ἧς εἴρηται καὶ ἡμῖν ἑτέρωθι διὰ πλειόνων. ἀλλ’ ὥσπερ
5. τῶν ἄλλων ἁπασῶν μεθόδων ἐνταῦθα τὰ κεφάλαια διήλθομεν,
6. οὕτω καὶ περὶ τούτων εἰπεῖν ἀναγκαῖόν ἐστι, καὶ
7. πρῶτόν γε, διὰ τίνος γένους τῶν παρὰ φύσιν ἐλπίζειν χρὴ
8. τὴν διάγνωσιν αὐτῶν ποιήσασθαι. τρία γάρ ἐστι τὰ σύμπαντα
9. γένη τῶν παρὰ φύσιν, ἓν μὲν, αἱ διαθέσεις αἱ
10. βλάπτουσαι τὴν ἐνέργειαν· ἕτερον δὲ, τὰ τούτων αἴτια·
11. καὶ τρίτον, τὰ συμπτώματα. τὰ μὲν οὖν αἴτια κυριώτατα
12. μὲν, ὅταν ἐνεργῶσι, ταύτης τῆς προσηγορίας ἀξιοῦται.
13. λέγεται μέντοι γε πολλάκις, εἰ καὶ μηδέπω μηδὲν ἐνεργεῖ, κατ’
14. αὐτὸ τὸ δύνασθαι μόνον, οἷον καὶ ἡ ἀπεψία νόσων αἰτία
15. λέγεται, κᾂν μηδέπω νοσάζῃ. καλῶ δὲ ἀπεψίαν οὐ μόνον
16. τῆς ἐν γαστρὶ πέψεως τὴν ἀποτυχίαν, ἀλλὰ καὶ ἐν τοῖς
17. ἀγγείοις τε καὶ ἥπατι, καὶ κατὰ τὸν ὄγκον σύμπαντα.
1. τῶν δὲ συμπτωμάτων τὸ γένος εἰς τρεῖς τέμνεται διαφορὰς,
2. τὴν βλάβην τῶν ἐνεργειῶν, τὰ συμβεβηκότα τοῖς σώμασι,
3. τὰς τῶν ἐκκρινομένων ἀμετρίας. ἁπάντων δὲ τούτων αἰτία
4. τοῦ σώματός ἐστιν ἡ διάθεσις, ἣν εἴτε νόσον, εἴτε πάθος
5. ὀνομάζοι τις, οὐ διοίσει. γνωρίζεται δ’ εἰκότως ὑπὸ τῶν
6. συμπτωμάτων, αἰτίας γε λόγον ἔχουσα πρὸς αὐτά. ἔνια
7. μὲν οὖν αὐτῶν ἐξ ἀνάγκης ἕπεται ταῖς διαθέσεσιν, ἔνια
8. δ’ οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἤτοι πλειστάκις, ἢ σπανιάκις, ἢ
9. ἀμφιδόξως. ὥσπερ αὖ πάλιν ἕτερα συμπτώματα, τὰ μὲν
10. ἐξ ἀνάγκης ἕπεται τῇ διαφορᾷ τῆς διαθέσεως, τὰ δ’ ὡς
11. ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀμφιδόξως, τὰ δὲ σπανίως. ὅσα μὲν
12. οὖν ἐξ ἀνάγκης ἕπεται τῷ νοσήματι συμπτώματα, παθογνωμονικὰ
13. προσαγορεύεται, καὶ ταῦθ’ ἡγεῖσθαι χρὴ γνωρίσματα
14. βέβαια τῶν νοσημάτων ὑπάρχειν. ὅσα δ’ οὐκ ἐξ ἀνάγκης,
15. ἤτοι τῆς διαφορᾶς εστι τοῦ νοσήματος, ἢ τοῦ ἤθους, ἢ τοῦ
16. μεγέθους ἐνδεικτικά. δείξω δ’ ἐπὶ παραδείγματος ἑνὸς
17. ἑκάστου τῶν εἰρημένων τὴν δύναμιν, ἵν’ ἐντεῦθεν ὁρμώμενος
18. ἔχῃς γυμνάζειν σεαυτὸν ὁμοίως ἐν ἅπασι κατὰ τὴν
1. αὐτὴν μέθοδον. ὑποκείσθω φλεγμαίνειν ὁ τὰς πλευρὰς
2. ὑπεζωκὼς ὑμήν. ἐστὶ δὲ δήπου τοῦτο τὸ πάθος ἡ φλεγμονὴ,
3. συμπτώματα μὲν ἐξ ἀνάγκης ἔχουσα τὸν παρὰ φύσιν ὄγκον,
4. ἔρευθος, ὀδύνην, ὧν οὐχ ὑποπίπτει νῦν τὰ δύο, λείπεται
5. δὲ τὸ ἄλγημα μόνον, ὅ κατὰ τὰς πλευρὰς ἐρείδει νυγματῶδες
6. γιγνόμενον. ἀλγεῖ μὲν οὖν ὁ ἄνθρωπος, ὅτι φλεγμονὴ
7. τὸ πάθος. ἡ δὲ ἰδέα τῆς ὀδύνης νυγματώδης, ὅτι
8. καὶ ἡ οὐσία τοῦ πεπονθότος ἐστὶν ὑμενώδης. κατὰ δὲ τὴν
9. πλευρὰν ἐρείδει, διότι ἐν ταύτῃ κεῖται τὸ πεπονθός. καὶ
10. μὲν δὴ καὶ μέχρι πλείστου διήκει, διότι καὶ αὐτὸς ὁ ὑπεζωκὼς
11. ἐπὶ πλεῖστον ἐκτέταται. πυρετὸς δ’ ἐξ ἀνάγκης ἕπεται
12. διὰ τό τε πάθος καὶ τὴν θέσιν τοῦ πεπονθότος·
13. ὧν ἐὰν ἀπῇ θάτερον, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει πυρετός.
14. οὐδὲ γὰρ ἐὰν ὁ δάκτυλος φλεγμαίνῃ, πάντως πυρέττουσιν,
15. ὅτι πόῤῥω τῆς καρδίας. οὐδ’ ὅταν οὖν ὁ ὑπεζωκὼς
16. μὲν πάθῃ, τὸ πάθος δ’ ἤτοι σκίῤῥος, ἢ οἴδημα τύχῃ.
17. καὶ μὴν καὶ ἡ δύσπνοια τῶν ἐξ ἀνάγκης ἀκολουθησάντων
1. ἔσται τῷ πεπονθότι τόπῳ, διότι μέρος ἐστὶν ἀναπνευστικοῦ
2. τινος ὀργάνου. τὸ μέντοι τῆς δυσπνοίας εἶδος οὐ διὰ τὸ
3. μέρος, ἀλλὰ διὰ τὸ πάθος ἔσται. κωλύει γὰρ ἡ ὀδύνη
4. διεστάλθαι μέχρι πλείστου τὰ τῆς ἀναπνοῆς ὄργανα. προκαταλύει
5. τοιγαροῦν τῆς ἀναπνοῆς τὴν ἐνέργειαν, οὐδέπω
6. τῆς χρείας πεπληρωμένης, ὅθεν ἀναγκάζεται διὰ τάχους ἐπὶ
7. τὴν δευτέραν ἐνέργειαν ἰέναι, μηκέτ’ ἠρεμοῦντα τοσοῦτον,
8. ὅσον ὅτ’ ἐν τῷ κατὰ φύσιν ἦν, καὶ οὕτω γίγνεται τὸ
9. πνεῦμα μικρὸν καὶ πυκνόν. ἀλλὰ καὶ ἡ τῶν σφυγμῶν
10. ἀλλοίωσις ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ φλεγμονῇ τοῦ ὑπεζωκότος,
11. ἥ τ’ ἀχώριστος τῶν πυρετῶν, καὶ ἡ κατὰ τὴν
12. τοῦ πεπονθότος ἰδέαν. σφύζουσι γὰρ αὐτοῖς αἱ ἀρτηρίαι,
13. διότι μὲν πυρέττουσι μεῖζον, καὶ θᾶττον, καὶ
14. πυκνότερον, ὅτι δὲ νευρῶδες τὸ φλεγμαῖνον, ἅμα τάσει τε
15. καὶ σκληρότητι. ταῦτα μὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ
16. συμπτώματα τῇ φλεγμονῇ τοῦ ὑπεζωκότος. ἐξ ἀνάγκης δὲ
17. κἀκ τῶν ἑπομένων ἕν τι, ἤτοι γε ἐπὶ τὴν πεπονθυῖαν
1. πλευρὰν ἡ κατάκλισις ἧττον ἐπώδυνός ἐστιν, ἢ ἐπὶ τὴν
2. ἀντικειμένην, ἢ ἐπ’ ἀμφοτέρας παραπλησίως. διπλοῦ γὰρ
3. ὄντος τοῦ ὑπεζωκότος, εἰ μὲν οὗν τὸ περὶ τοῖς ὀστοῖς ἔξωθεν
4. αὐτοῦ μέρος ἰσχυρότερον φλεγμαίνοι, ῥᾷον ἐπὶ τὸ ἀντικείμενον
5. κατακλίνονται, θλίβονται γὰρ ἐπὶ τοῦ πεπονθότος·
6. εἰ δὲ τὸ ἕτερον τὸ ἔνδον, ὅπερ ὡς τὰ πολλὰ συμβαίνειν
7. εἴωθεν, ἐπὶ τὸ ἀντικείμενον ὀδυνῶνται μᾶλλον κλινόμενοι·
8. κρέμαται γὰρ αὐτοῖς τὸ φλεγμαῖνον· εἰ δ’ ἐπὶ τὸ πεπονθὸς,
9. ἧττον, οὔτε γὰρ θλίβεται πρὸς τοῖς ὀστοῖς, οὔτε κρέμαται,
10. ἀλλ’ ἀμφοῖν γε τούτοις ἠλευθέρωται, καὶ κατὰ
11. θατέρου τοῦ ἀπαθοῖς ἐστήρικται. παθόντων δὲ ἀμφοτέρων
12. τῶν μερῶν τοῦ ὑπεζωκότος, ὁμοίως ἐπ’ ἀμφοτέραις ταῖς
13. πλευραῖς κλίνονται. καὶ μὲν δὴ καὶ τῷ διήκειν τὸ ἄλγημα
14. τοῖς μὲν εἰς ὑποχόνδριον, ἐνίοις δ’ εἰς κλεῖν, διά τε τὴν
15. φύσιν τοῦ πεπονθότος γίνεται μορίου, καὶ τὸ τῆς φλεγμονῆς
16. σύμπτωμα τὸ ἐκτείνεσθαι τὴν ὀδύνην. ἐπεὶ γὰρ ἄχρι
17. τε τῶν κλειδῶν ὁ ὑπεζωκὼς ἀνήκει, καὶ κατὰ τοῦ διαφράγματος
1. ἅπαντος, τῶν μὲν ἄνω μερῶν αὐτοῦ φλεγμαινόντων,
2. ἡ κλεὶς κατασπᾶσθαι δοκεῖ, τῶν κάτω δ’, εἰς ὑποχόνδριον
3. ἐξήκει τὸ ἄλγημα. μικρὰν οὖν χρὴ πάνυ κατὰ τὰ μέσα
4. τῶν πλευρῶν γενέσθαι τὴν φλεγμονὴν, ἵν’ εἰς μηδέτερον
5. ἐξίκηται, ὡς ἥ γε μεγάλη πρὸς ἄμφω διϊκνεῖται. καὶ μὴν
6. καὶ τὸ διϊδροῦσθαί τινα καὶ ἀποχεῖσθαι τοῦ φλεγμαίνοντος
7. μορίου λεπτὸν ἰχῶρα διά τε τὸ νόσημα γενήσεται καὶ τὸ
8. μορίον, ὥσπερ καὶ τοῖς ἐν τῷ στόματι φλεγμαίνουσιν ἅπασι
9. συμπίπτει καὶ τοῖς ὀφθαλμοῖς. ἐξ ἐπιῤῥοῆς τε γὰρ τῶν
10. ὑγρῶν ἡ φλεγμονὴ, καὶ τὸ μέρος ἀραιὸν, οὐχ ὥσπερ τὸ δέρμα
11. πεπιλημένον τε καὶ πυκνόν. ὅταν μὲν οὖν πολλή τε ἅμα
12. καὶ λεπτὴ κατὰ τὸ φλεγμαῖνον ἡ ὑγρότης ὑπάρχῃ, καὶ τὸ
13. μόριον ἀραιὸν, πλεῖστον ἀποχεῖται πρὸς τὸ ἐκτός· ὅταν δ’
14. ἔμπαλιν ὀλίγον τε ᾖ καὶ παχὺ τὸ ῥεῦμα, καὶ τὸ σῶμα πυκνὸν
15. ἐλάχιστον. τουτὶ δ’ ἐλάχιστον ἐρεθίζει μὲν εἰς βῆχα,
16. πτύουσι δὲ οὐδέν· ὥσπερ γε κᾀπειδὰν πλεῖστον γίνηται,
17. βήχουσί τε πλεῖστα καὶ ἀναπτύουσιν οὐκ ὀλίγα. καὶ εἴη ἂν
18. τὸ μὲν βήττειν ἀχώριστον τοῦ πάθους, τὸ δὲ πτύειν ἐπὶ
1. τῷ βήττειν οὐκ ἀχώριστον μὲν, ὡς ἐπὶ τὸ πολὺ δὲ γιγνόμενον.
2. εἰ μέντοι γε ἀναπτύοιεν, ἐξ ἀνάγκης μὲν χρωσθήσεται
3. τὸ σίελον, οὐ μὴν ἀεί γε ταὐτῷ χρώματι, διότι μηδ’ ἐν
4. τῷ φλεγμαίνοντι μέρει τῆς αὐτῆς ἀεὶ φύσεώς ἐστι τὸ περιττόν.
5. ὅταν μὲν οὖν αἱματῶδες ἢ χολῶδες ὑπάρχῃ, τοιοῦτον
6. δ’ ἐν πλευρίτισι τοὐπίπαν ἐστὶ τὸ τὴν φλεγμονὴν ἐργαζόμενον
7. ῥεῦμα, κέχρωσται τὸ σίελον αὐτοῦ ὀῤῥῷ ὑπὸ τοῦ
8. περιεχομένου χυμοῦ κατὰ τὸ φλεγμαῖνον· ἐρυθρὸν μὲν, ὅταν
9. αἱματικὸν ὑπάρχῃ τὸ ῥυὲν εἰς τὸν ὑπεζωκότα· ξανθὸν δ’,
10. ὅτε πικρόχολόν ἐστιν. εἰ μέντοι φλεγματώδης χυμὸς πρῶτον
11. σφηνωθείς τε καὶ διασαπεὶς αἴτιος καθίσταται τοῦ τὴν
12. φλεγμονὴν ἐργασαμένου ῥεύματος, τηνικαῦτα ἀποπτύουσιν
13. ἀφρώδη. πτύουσι δὲ καὶ μέλανά ποτε, κατοπτηθέντος τοῦ
14. ῥεύματος, ἄν θ’ αἱματικὸν, ἄν τε πικρόχολον ἦ συνενδείξεται
15. οὖν τὰ τοιαῦτα πάντα τῇ τε τοῦ πεπονθότος μορίου
16. διαγνώσει καὶ τῇ τοῦ πάθους τὴν διαφορὰν τοῦ ῥεύματος.
17. ὥστ’ ἐκ τῶν εἰρημένων εὔδηλον, ὡς καὶ τὴν οὐσίαν
1. ἑκάστου τῶν πεπονθότων μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι
2. καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν εἰς τὴν τῶν
3. νοσημάτων τε καὶ νοσούντων τόπων εὕρεσιν. ὅτι δ’ οὐδὲν
4. διαφέρει λέγειν, ἢ θέσιν, ἢ σύνθεσιν, ἢ πρὸς τὰ παρακείμενα
5. κοινωνίαν, εὔδηλον εἶναι νομίζω, κᾂν ἐγὼ μὴ λέγω.

Cliquer un n° de page pour en afficher l’image