6. Εὔδηλον δ’ ἐκ τῶν εἰρημένων ἐστὶν, ὡς
7. καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν μορίων
8. ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν
9. νοσημάτων τε καὶ συμπτωμάτων γενέσεις· εἰς δὲ τοῦτο
10. καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήματα. πρός τε γὰρ τὴν
11. διάγνωσιν ἑκάστου τῶν πεπονθότων μορίων ἅμα ταῖς διαθέσεσι
12. καὶ πρὸς τὰς τοῦ νοσήματος αὐτοῦ διαφορὰς
13. ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ μέγεθος δὲ καὶ τὸ ἦθος
14. ἑκάστου τῶν νοσημάτων ἐκ τῶν αὐτῶν τούτων λαμβάνεται.
15. τὸ μέγεθος μὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν μεγέθους
16. καὶ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων. τὸ δὲ ἦθος,
17. ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήματος καὶ τῶν ἑπομένων αὐτῇ
18. συμπτωμάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειμένου παραδείγματος
1. ὀλεθριώτατος μέν ἐστιν ὁ μελαγχολικὸς ἐπικρατῶν
2. χυμὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτατος
3. καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης
4. ἐστὶ θερμασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο.
5. πάντων δ’ ἐπιεικέστατος ὁ αἱματικὸς, ὡς ἂν γλυκύτατός τε
6. καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυμοὶ μεταξὺ τῶν
7. εἰρημένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συμπτωμάτων
8. δὲ, τὸ μὲν μηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε
9. δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγμονῆς τὸ ῥεῦμα, καἰ ὅτι διὰ
10. τὸ μένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπόνως
11. τε καὶ ῥᾳδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ. πτυόμενον
12. εἴη πεπεμμένον, ἔτι καὶ μᾶλλον ἐπιεικέστατον. ἀλλὰ
13. καὶ τὰ κατὰ τοὺς σφυγμοὺς συμπτώματα τὸ ἦθος δηλοῖ
14. τοῦ νοσήματος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συμπάθειαν
15. ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώματα, καὶ ἀνορεξίαι,
16. καὶ οὖρα, καὶ διαχωρήματα τοῖα καὶ τοῖα γιγνόμενα γυμναστέον
17. οὖν ἡμῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρημένοις, εἰ διαγνωστικοὶ
18. βουλόμεθα γενέσθαι νοσήματός τε καὶ μορίου
1. πεπονθότος, ἤθους τε καὶ μεγέθους, καὶ διαφορᾶς τῆς κατ’
2. αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡμῖν ὑπάρξει καὶ τὸ προγιγνώσκειν,
3. εἰς ὅ τι τελευτήσει τὸ νόσημα καὶ ἡ τῶν βοηθημάτων
4. ἐπιδέξιος χρῆσις. ἡ μὲν γὰρ πρόγνωσις ἀναίτιόν
5. τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς
6. τε παρέχει τοὺς κάμνοντας, ἐκ πολλῶν τε προδιδάσκει
7. τὸν καιρὸν τῶν βοηθημάτων. ἡ δὲ τῶν βοηθημάτων χρῆσις
8. ἐπιδέξιος ὅτι μὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’
9. ᾧ σύμπας ὁ λόγος ὥρμηται πρόδηλον παντί. πῶς δὲ ἐκ
10. τῶν προειρημένων περιγίγνεται, μετ’ ὀλίγον εἰρήσεται. νυνὶ
11. μὲν γὰρ ἐπιθεῖναι βούλομαι πρότερον οἷς διεξῄειν τὸ τέλος.
12. ἡ γὰρ τῶν νοσημάτων ἅμα τοῖς δεδεγμένοις αὐτὰ μορίοις
13. διάγνωσις ἐφ’ ἑνὸς μὲν ἤδη μοι παραδείγματος εἴρηται·
14. προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον.
15. ἡ γάρ τοι τῶν ἐκκρινομένων ἰδέα διδάσκει πολλὰ, συνῆπται
16. δ’ αὐτῇ τὸ σῶμα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶμεν γιγνομένην,
17. ὡς ἐξ ἀμφοῖν συνιόντων ἔνδειξιν μίαν γίγνεσθαι βεβαίαν.
18. ὑμενώδους γὰρ, εἰ οὕτως ἔτυχεν. ἐκκριθέντος σώματος, ἡ μὲν
1. ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται
2. μέρος, ὡς ἐπιπολῆς ὑμενώδη φύσιν ἔχειν, ἀφωρισμένον
3. δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ μέντοι τῆς ἐκκρίσεως χωρίον
4. ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω μὲν γὰρ διαχωρῆσαν
5. ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐμεθὲν γαστρὸς, ἀναβηχθὲν
6. δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑμένων,
7. οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον
8. πόρου. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ
9. συμπάθειάν τε καὶ πρωτοπάθειαν κάμνοντα σώματα διακρίνειν
10. ἀλλήλων προσήκει τῇ τε ἡγεμονίᾳ καὶ ἀκολουθίᾳ,
11. καὶ τῷ μεγέθει τε καὶ τῇ σμικρότητι καὶ προσέτι τῇ τῶν κακούντων
12. ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στομαχικαῖς
13. διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συμπάθειαν ἀχθέντος
14. ἐν μελαγχολικοῖς ἐγένοντο συμπτώμασιν, ἢ τῶν ὀφθαλμῶν
15. ἐν τοῖς τῶν ὑποχεομένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις
16. ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ
17. ταῖς τῶν περιττωμάτων ἀθροίσεσιν ἐν στόματι κοιλίας ἑπόμενα
18. τὰ εἰρημένα παθήματα, καὶ συμπαροξυνόμενά τε τοῖς
1. βλάπτουσι τὸ τῆς γαστρὸς στόμα, καὶ συγκαθιστάμενα
2. τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί μοι τὰ νῦν ἅπαντα τὸν
3. ὑπὲρ τῶν πεπονθότων μερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’
4. ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι
5. μόνον τὴν μέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει
6. τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκαστον
7. γυμνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν
8. γεγραμμένας ἡμῖν ἐννοίας ταῖς πραγματείαις ἀναλεγόμενον.
9. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλλάξομεν
10. ἐπὶ τὰς εἰρημένας μεθόδους· κᾀνταῦθα τὸ εἶδος
11. νόμιζε τοῦ πράγματος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐμβιβασθῇ,
12. ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ
13. μέρος, ὥσπερ νῦν ἐπὶ παραδειγμάτων ὀλίγων ἐποίησα,
14. καὶ τοῦτ’ ἄν σοι τὸ μέρος εἴη τῆς τέχνης ὁλοκλήρως
15. συνεστηκός.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 15, ed. Kühn, 1821, vol. 1, p. 279-283. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩