Galenus. De constitutione artis medicae ad Patrophilum (De constit. artis med.) [n° 006 Fichtner] [GalLat]

Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).

De constitutione artis medicae ad Patrophilum, 16, ed. Kühn, 1821, vol. 1, p. 283-288. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:16

16. Ὑπόλοιπον δ’ ἐστὶν ὑποδεικνύειν, ὡς καὶ
17. εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν βοηθημάτων ἀναγκαῖον ἐπίστασθαι
18. τὴν οὐσίαν ἀκριβῶς τοῦ θεραπευομένου μορίου,
19. καὶ τὴν διάπλασιν, καὶ τὴν θέσιν. ἡ μὲν οὖν οὐσία διδάσκει
1. τὰ πρῶτα νοσήματα τὰ κατὰ δυσκρασίαν, εἰς ὅσον ἐξέστηκε
2. τοῦ κατὰ φύσιν, ἄχρι πόσου τε θερμαντέον ἐστὶν ἕκαστον
3. αὐτῶν, καὶ ψυκτέον, καὶ ξηραντέον, καὶ ὑγραντέον. ἡ δὲ
4. διάπλασις αὐτά τε τὰ καθ’ ἑαυτὴν διδάσκει νοσήματα,
5. περὶ ὧν ἔμπροσθεν εἴρηται, καὶ συνενδείκνυται τὸ μέγεθος
6. αὐτῶν. εἰς ὅσον γὰρ ἕκαστον ἐξέστηκε τοῦ κατὰ φύσιν,
7. εἰς τοσοῦτον ἥκει μέγεθος. ἅμα δὲ τῷ μεγέθει καὶ
8. τὸ μέχρι πόσου, διὰ τῶν ἐναντίων ἐπανάγειν αὐτὸ χρὴ πρὸς τὸ
9. κατὰ φύσιν, ἐξ αὐτοῦ λαμβάνεται. ταῦτα μὲν οὖν ἀνάλογον
10. τοῖς κατὰ δυσκρασίαν. αἱ δὲ ἐμφράξεις τε καὶ σφηνώσεις τούτου
11. εἰσὶ γένους, ἴδιον δὲ ἐξαίρετον ἐνδείκνυται, τὸν τρόπον
12. τῆς κενώσεως ἐκ τῶν στομάτων, καὶ διὰ τῶν σχημάτων, ἅ
13. κέκτηται τὸ θεραπευόμενον ὄργανον. ἐπικοινωνεῖ δὲ τοῦτο
14. τοῖς ὑπὸ τῆς θέσεως ἐνδεικνυμένοις, ὑπὲρ ὧν ἤδη λέγωμεν.
15. ὅσα μὲν οὖν ἐν αὐτοῖς ἀνάλογόν ἐστιν εἴς τε τὴν τοῦ μεγέθους
16. διάγνωσιν εἴς τε τὸ ποσὸν τῆς τῶν βοηθημάτων
17. χρήσεως, οὐδὲν ἔτι δέομαι λέγειν. ὅσα δ’ ἐξαίρετα, λεκτέον
18. ἐφεξῆς, ἐπειδὴ καὶ ἡ χρεία μεγίστη πρὸς τὰς θεραπείας
1. αὐτῶν ἐστι μιγνυμένων ταῖς ἀπὸ τῆς διαπλάσεως. ἐνδείξεσιν.
2. ἔσται δὲ κᾀνταῦθα ὁ λόγος ἐπὶ παραδειγμάτων
3. ὀλίγων ὑπὲρ τοῦ γνῶναι τὴν μέθοδον. ἔμφραξίς ἐστι μὲν
4. ἕν τι τῶν ὀργανικῶν παθῶν· ἐγγίγνεται δὲ ἐν ἥπατι μάλιστα
5. διὰ τὴν κατασκευὴν αὐτοῦ καὶ τὴν ἐνέργειαν. αἱ
6. γὰρ ἀπὸ τῶν πυλῶν φλέβες εἰς ἅπαντα τοῦ σπλάγχνου τὰ
7. σιμὰ κατασχιζόμεναι συνάπτουσι τοῖς ἐν τοῖς κυρτοῖς ἀδήλοις
8. αἰσθήσει στόμασι. ἀναφέρεται δ’ ἐκ τῆς κοιλίας τροφὴ
9. πᾶσα πρὸς ἕνα τόπον τοῦ ἥπατας, ὃν ἀπ’ αὐτοῦ τοῦδε
10. τοῦ νῦν εἰρημένου πύλας ὀνομάζουσιν. οὔτε γὰρ εἰς τὰς
11. πόλεις εἰσελθεῖν τις δύναται, πρὶν διελθεῖν τὰς πύλας,
12. οὔτ’ εἰς ἧπαρ ἀφικέσθαι, πρὶν ἐν τούτῳ γενέσθαι τῷ
13. χωρίῳ. διανέμεται δ’ ἐντεῦθεν εἰς τὰ σιμὰ τοῦ ἥπατος
14. ἅπαντα, κᾄπειτα δι’ ὧν εἰρήκαμεν περάτων εἰς τὸ κυρτὸν
15. μεταλαμβάνεται. οὐδὲν οὖν θαυμαστόν ἐστι, διά τε τὴν
16. τῶν ὁδῶν στενότητα καὶ τὸ πλῆθος τῆς διερχομένης οὐσίας
17. ἐμφράξεσι συνεχέσιν ἁλίσκεσθαι τὸ σπλάγχνον. ἴασις οὖν
1. αὐτῶν ἔσται, πρὶν μὲν πολλὰς γενέσθαι καὶ πυρέττειν
2. τὸν ἄνθρωπον, ἥ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ φαρμάκων
3. προσφορά. πολλῶν δὲ γενομένων, οὐκ αὐτὴ μόνον,
4. ἀλλὰ καὶ ἡ κένωσίς ἐστιν, ἥντινα δι’ ὧν χρὴ ποιεῖσθαι
5. χωρίων, ἥ τε διάπλασις ἐνδείξεται τοῦ σπλάγχνου καὶ ἡ
6. θέσις. ἐκ τούτων γοῦν ὁρμώμενοι, τὰ μὲν ἐν τοῖς σιμοῖς
7. τοῦ ἥπατος ἐπ’ ἔντερον προτρέψομεν, ὅσα δ’ ἐν τοῖς κυρτοῖς
8. ἐστι, δι’ οὔρων ἐκκενώσομεν. οὕτω δὲ καὶ ὅσα κατὰ
9. τὸν θώρακα καὶ τὸν πνεύμονα περιέχεται, κενοῦσθαι δεόμενα,
10. παρά τε τῆς διαπλάσεως αὐτῆς καὶ τῆς θέσεως ἐδιδάχθημεν
11. ἐκκαθαίρειν διὰ βηχῶν. ὡσαύτως δὲ καὶ ὅσα
12. κατὰ τὸν ἐγκέφαλον, ἐπὶ τὰς ῥῖνας ἕλκειν. οὐχ ἥκιστα δὲ
13. καὶ ἡ τῶν φλεγμαινόντων μορίων ἴασις ἐκ θέσεώς τε καὶ
14. διαπλάσεως λαμβάνεται. ἔστι μὲν γὰρ καὶ τούτων ὁ πρῶτος
15. σκοπὸς ἡ κένωσις τοῦ χυμοῦ τοῦ κατασκήψαντος εἰς τὸ
16. φλεγμαῖνον. ὅπως δ’ ἐκκενοῦν αὐτὸν χρὴ, τῶν κατεχόντων
17. ὀργανικῶν μορίων ἡ φύσις ἐνδείκνυται. παρ’ αὐτῶν γοῦν
18. διδασκόμενοι, τὰ μὲν εἰς ἰσχίον κατασκήψαντα ῥεύματα διὰ
1. τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσομεν, ὥσπερ γε
2. καὶ ὅσα κατὰ τὰς μήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ
3. πνεύμονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ
4. κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠμιαίας. ἡ γὰρ τῶν ἐγγυτάτων
5. τε καὶ κοινῶν τῷ πεπονθότι μορίῳ φλεβῶν κένωσις
6. ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγμαῖνόν
7. ἐστι μὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήματος
8. ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ μέρος τῶν
9. βοηθημάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος
10. μορίου προσλαμβάνον ἔνδειξιν. ὅσα μὲν γὰρ ἐπιπολῆς κεῖται,
11. τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρμακον,
12. οἷονπερ ἐνδείκνυται τὸ τῆς φλεγμονῆς εἶδος. ὅσα δ’ ἐν
13. βάθει, τοσοῦτον δριμυτέρων δεῖται φαρμάκων,
14. ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν
15. ἐνίοτε χρῄζομεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναντιώτατόν
16. ἐστι τοῖς ἐπιπολῆς φλεγμαίνουσιν. οὕτω δὲ καὶ
17. εἴ που στύφοντος εἴη φαρμάκου χρεία, σκοπεῖσθαι τοῦ δεομένου
18. χωρίου τὴν θέσιν. εἰ μὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι
1. πρὸς αὐτὸ τὸ στύφον, οὐδὲν κωλύει παραλαμβάνειν. εἰ
2. δ’ οὐχ ἱκανὸν, ἐπισκοπεῖσθαι, μή ποτε ἄρα τὴν ἐκ τῶν
3. προκειμένων ὑγρότητα συνελάσωμεν εἰς τὸ πεπονθὸς, ὥστε
4. ἤτοι τὴν ποδηγοῦσαν τῷ στύφοντι φαρμάκῳ μικτέον ἐστὶ
5. δύναμιν, ἤ οὐ χρηστέον αὐτῷ. μέγιστον οὖν οἶδα βλάπτοντας,
6. ὅσοι τοῖς ἐκ πνεύμονος ἀναβήττουσιν αἷμα περιτιθέασιν
7. ἐκ κύκλῳ καθ’ ὅλον τὸν θώρακα φάρμακα στύφοντα.
8. πρὸς γὰρ τῷ μὴ διϊκνεῖσθαι τὴν δύναμιν αὐτῶν
9. εἰς τὸν πνεύμονα συνελαύνουσι καὶ τὸ κατὰ τὸν θώρακα
10. αἷμα πρὸς τὸ σπλάγχνον. ἀρκεῖν ἡγοῦμαι καὶ περὶ τούτων
11. εἴς γε τὴν ἐνεστῶσαν, πραγματείαν τὰ εἰρημένα.
12. τοσοῦτον οὖν εἰπὼν ἔτι περὶ αὐτῶν ἀπαλλάξομαι, ὡς ἡ
13. μὲν μέθοδος αὕτη τὸ εἶδος μόνον ἐστὶ τῆς πραγματείας·
14. ἡ δὲ καθ’ ἕκαστον μέρος τοῦ σώματος ἐπιστήμη
15. τε καὶ διέξοδος, ἡ οἶον οὐσία σύμπασα, ἣν ἐν ταῖς ἄλλαις
16. πραγματείαις διεξήλθομεν.

Cliquer un n° de page pour en afficher l’image