1. Περὶ προγνώσεως τοίνυν ἐφεξῆς λέξομεν,
2. ἐπειδὴ χρήσιμος ἡμῖν εἰς ἄλλα τέ τινα, καὶ οὐχ ἥκιστα
3. πρὸς τὴν θεραπείαν ἐφάνη. τῷ μὲν οὖν πρῶτον βουλομένῳ
4. συστήσασθαι τέχνην προγνωστικὴν ἀναγκαῖόν ἐστι
5. προεπισκέψασθαι, πότερον, ὥσπερ ἑκάστου ζώου φύσις ἴδιον
6. ἔχει χρόνον ζωῆς, οὕτω καὶ τῶν νοσημάτων ἕκαστον, ὡς
7. ἀδύνατον εἶναι τέσσαρσιν ἡμέραις λυθῆναι νόσον, ἧς ἡ
8. φυσικὴ προθεσμία δυοῖν ἐστι μηνῶν, ἢ πᾶν νόσημα καὶ
9. χρονίσαι δυνατόν ἐστι, καὶ λυθῆναι τάχιστα. νυνὶ μέντοι
10. διὰ τὸ πολλοὺς ἤδη γεγονέναι προγνωστικοὺς τῶν ἐσομένων
11. ἰατροὺς, οὐκέτ’ οὐδὲ τοῖς ἰδιώταις ζητεῖται, πότερον ἐγχωρεῖ
12. γενέσθαι τινὰ τοῦ μέλλοντος ἀποβήσεσθαι προγνωστικὸν,
13. ἢ ἀδύνατόν ἐστι, ἀλλ’ ἑξῆς ἅπαντες ὥσπερ δυνατοῦ
14. τε τοῦ πράγματος ἔχουσι, πυνθάνονταί τε τὸν ἰατρὸν, ἐν
15. ᾗτινι προθεσμίᾳ λυθήσεται τὸ νόσημα. πρὸς μέντοι τὴν
16. ἐνεστῶσαν πραγματείαν οὐδὲν ἂν εἴη χεῖρον ὑποθέσθαι νῦν
17. πρῶτον ἡμᾶς συνίστασθαι τέχνην προγνωστικὴν, καὶ γὰρ
18. τἄλλα πάντα κατὰ τὸν λόγον οὕτω διήλθομεν. ἓν μὲν
1. δὴ καὶ πρῶτον ἀναγκαῖον, εἴπερ εἴη τις πρόγνωσις, εἶναί
2. τινα βεβαίως ἐσόμενα κατὰ τὸν μέλλοντα χρόνον. ἑξῆς δὲ
3. σκεπτέον, ὅπως ἄν τις εὕροι, τίνα τε καὶ πόσα τὰ τοιαῦτά
4. ἐστιν. οὐ γὰρ πάντα γε τὰ γενησόμενα περὶ τὸν κάμνοντα
5. τὴν γένεσιν ἀναγκαίαν ἔχει. θόρυβος οὖν ἐκ γειτόνων
6. διὰ νυκτὸς, καὶ κύνες ὑλακτοῦντες, ἢ ἀγγελίαι τινὲς ἀηδεῖς
7. ἀγρύπνους ἐργάζονται τοὺς νοσοῦντας, ὧν οὐδὲν οὔτ’ ἀναγκαίαν
8. ἔχει τὴν γένεσιν, οὔτε βεβαίαν τὴν πρόγνωσιν. ἆρ’
9. οὖν ὅσα κατὰ τὸν τοῦ νοσήματος ἀποτελεῖται λόγον, ὡρισμένην
10. τε τὴν γένεσιν ἔχει καὶ βεβαίαν τὴν πρόγνωσιν, ἢ οὐδὲ
11. ταῦτα σύμπαντα; δύναται γὰρ ἐξαίφνης ἐπιῤῥυῆναί τι περιττὸν
12. ὑγρὸν ἔνδον τοῦ σώματος, ἁλλόμενον ἐπί τι μόριον
13. ἀναγκαῖον εἰς τὴν ζωὴν, ὥσπερ αὖ πάλιν ἕτερον ἐκ μέρους
14. κυρίου μεταστῆναι εἰς ἄκυρον. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης
15. τῷ μὲν εἰς τὸ κύριον ἐνεχθέντι μέρος ἔσχατος κίνδυνος, τῷ
16. μεταστάντι δ’ ἐξαιφνίδιός τε καὶ ἀπροσδόκητος ἡ τοῦ κάμνοντος
17. σωτηρία. τῶν μὲν δὴ τοιούτων καταστάσεων
1. αὐτὸ τοῦτο μόνον ἐστὶ προγνῶναι τὸ βέβαιόν τε καὶ σφαλερόν·
2. οὐ μὴν ἐς ὅ, τι τελευτήσει, δυνατὸν ἀκριβῶς ἐξευρεῖν.
3. ἐφ’ ὧν δὲ οὐκ ἔτι διαῤῥεῖ τὰ περιττώματα, κατασκήψαντα
4. δὲ εἴς τινα τόπον, ἐκεῖνον κατείληφεν, ἐπὶ τούτων
5. ἐγχωρεῖ προγνῶναι τὸ μέλλον εἰδόσιν ἡμῖν, ὅτι τε
6. δυνάμεις εἰσὶ τῆς φύσεως οὐκ ὀλίγαι, καθ’ ἃς διοικεῖται τὸ
7. ζῶον, ὁποία τέ τις αὐτῶν ἡ διαφορά. καὶ μέν γε καὶ ὅσα
8. καθ’ ὅλον τὸ ζῶον ἐμφέρεται τῷ αἵματι περιττὰ, χωρὶς
9. πλήθους ἀμέτρου, καὶ ταῦτα προθεσμίαν ἕξει πέψεως ἰδίαν
10. ἕκαστα, ἐὰν μόνον ἑκάστου περιττώματος εὕρωμεν τὴν φύσιν.
11. οὕτω γὰρ ἐγχωρήσει τι καὶ περὶ τῆς πέψεως αὐτοῦ
12. στοχάσασθαι τεχνικῶς, ἁπάντων γε δηλονότι τῶν περὶ τὸν
13. κάμνοντα πραττομένων ὀρθῶς. ὅσα γὰρ ἁμαρτάνεται πρός
14. τινος, ἢ τοῦ βραδύναι τὴν λύσιν τοῦ νοσήματος, ἢ τοῦ
15. φθάσαι τὸν θάνατον αἴτια καθίσταται, καὶ χρὴ μεμνῆσθαι
16. τοῦδε παρ’ ὅλον τὸν λόγον, εἴπερ τινὸς ἄλλου. μόναι γὰρ
17. αἱ προγνώσεις ἀποβήσονται τοῦ ἀρίστου ἰατροῦ, θεραπεύοντος
1. μὲν αὐτοῦ ὀρθῶς, τοῦ κάμνοντος δὲ μηδὲν ἁμαρτάνοντος.
2. τὸ δ’ οἴεσθαι τοιαύτην εἶναι τοῖς ἰατροῖς τὴν πρόγνωσιν,
3. οἵαν οἱ μάντεις ἐπαγγέλλονται, γελοῖον. ἐκεῖνοι μὲν γάρ
4. φασιν ἐνναταῖον, εἰ οὕτως ἔτυχε, σωθήσεσθαι τὸν ἄνθρωπον,
5. οὐκ ἔτι προστιθέντες, ἁπάντων ὀρθῶς γιγνομένων. οἱ
6. μὲν γὰρ ἅπαντα τὰ τοῖς κάμνουσιν αἰσίως τε καὶ ἀπαισίως
7. ἐπιγενησόμενα προμαντεύονται. ὁ δὲ ἰατρὸς οὐχ οὕτως
8. προερεῖ τὸ μέλλον, ἀλλ’ οἶδεν, εἰ πάντα γίγνοιτο δεόντως,
9. ἑβδομαῖον, εἰ οὕτως ἔτυχε, λυθήσεσθαι τὸ νόσημα· προσγενομένου
10. δέ τινος ἁμαρτήματος, εἰ μὲν μικρὸν εἴη τοῦτο,
11. δύνασθαι μεταπεσεῖν τὴν λύσιν ἐκ τῆς ἑβδόμης εἰς τὴν ἐννάτην·
12. εἰ δὲ μεῖζον, εἰς τὴν ἑνδεκάτην· εἰ δὲ πολὺ μεῖζον,
13. εἰς τὴν τεσσαρεσκαιδεκάτην· εἰ δὲ πάνυ σφόδρα
14. μέγα, κίνδυνον ἀκολουθήσειν ἀντὶ σωτηρίας ἀσφαλοῦς.
15. προσέχει γὰρ ὁ ἰατρὸς ἀεὶ τοῖς δυσὶ τούτοις ὥσπερ ἀντιπάλοις,
16. τῷ τε νοσήματι καὶ τῇ φύσει. καὶ πρῶτον μὲν τοῦ
17. σωθήσεσθαι τὸν ἄνθρωπον ἢ ἀπολεῖσθαι τὴν πρόγνωσιν
18. ἐκ τοῦ διαγνῶναι τὸ ἰσχυρότερον· ἔπειτα δὲ καὶ τῆς προθεσμίας
1. ἐκ τοῦ πόσῳ θάτερον ἰσχυρότερόν ἐστι, ποιεῖται.
2. καὶ οὐ χρὴ θαυμάζειν, εἰ κατασκεψάμενος ἑκατέρου τὴν ῥώμην,
3. ἐξευρήσει τὸ νικῆσον. ὁρῶμεν γὰρ οὐκ ὀλίγους τῶν
4. γυμναστικῶν ἐκ τῶν πρώτων κινήσεων, ἃς κινοῦνται πρὸς
5. ἀλλήλους οἱ παλαισταὶ, προλέγοντας τὸν νικήσοντα πολλάκις
6. γε καὶ πρὸ τῆς νίκης, καὶ ὅτι ταχέως ὑποχείριον
7. ἕξει τὸν ἀνταγωνιστήν. πράττουσι δὲ τοῦτο, ὅταν ὁρῶσιν
8. ἀξιολόγῳ τινὶ τὸν ἕτερον ἰσχυρότερον ὄντα θατέρου. προγνώσεται
9. μὲν οὖν ὁ ἰατρὸς ὑγείαν τε καὶ θάνατον οὐκ ἐξ
10. ἄλλων ἀσκημάτων, ἢ τοῦ γνωρίζειν ἀκριβῶς τὴν ἰσχὺν τοῦ
11. νοσήματος καὶ τῆς φύσεως. ἐκ δὲ τῶν αὐτῶν καὶ τὴν ἑκατέρου
12. προθεσμίαν εὑρήσει. ταχεῖα γὰρ ἔσται ἡ λύσις τοῦ νοσήματος,
13. ὅταν ἡ δύναμις εὐρωστῇ, θάνατος δὲ διαταχέων,
14. ἢν αὐτὴ μὲν ἀσθενὴς ᾖ, ἰσχυρότερον δὲ τὸ νόσημα. τὸ
15. δὲ τῆς ὑπεροχῆς μέγεθος ἐνδείκνυται τῆς προθεσμίας τὸν
16. χρόνον. ἀπὸ τούτων μὲν τῶν σκοπῶν ὁ ἰατρός ἐστι προγνωστικός.
17. ἐξ οἵων δὲ διασκεμμάτων αὐτῷ περίεστι διαγινώσκειν
18. τοὺς σκοποὺς, εἴρηται μὲν ἐν τοῖς περὶ κρίσεων ἐπὶ
1. πλέον, ἐρήσεται δὲ καὶ νῦν ἡ καθόλου μέθοδος, ὥσπερ
2. τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦδε. ἰσχὺν μὲν τῆς φύσεως
3. ἐκ τῶν οἰκείων ἐνεργειῶν γνωρίσεις, καὶ μάλιστα τῶν κατὰ
4. τοὺς σφυγμοὺς, ἐπειδὴ τῆς ζωτικῆς οὗτοι δυνάμεως ἔργον
5. εἰσί· τὸ δὲ μέγεθος τοῦ νοσήματος ἐκ τῶν οἰκείων συμπτωμάτων·
6. τὸ δ’, ὅσῳ θάτερον ὑπερέχει θατέρου, ταῖς
7. ἀπεψίαις καὶ πέψεσιν, αὐτὰς δὲ ταύτας ἐκ τῶν ἰδίων
8. περιττωμάτων· τὰς μὲν ἐν τῇ γαστρὶ διὰ τῶν ὑπιόντων
9. κάτω, τὰς δ’ ἐν τοῖς ἀγγείοις διὰ τῶν οὔρων, τὰς δ’ ἐν
10. ὅλῳ τῷ σώματι διὰ τῶν ἱδρώτων. οὕτω δὲ καὶ τὰς ἄλλας
11. ἁπάσας, ὅσαι κατά τι μέρος ἓν ἢ πλείω συνίστανται. τὰς
12. μὲν κατὰ θώρακα καὶ πνεύμονα διὰ τῶν ἀναβηττομένων.
13. ὅσαι δὲ κατὰ κύστιν ἢ νεφροὺς, διὰ τῶν τοῖς οὔροις
14. ἐμφερομένων. ἥπατος δὲ σιμὰ καὶ μεσεντέριον ὅπως ἔχει
15. δυνάμεως, ἐκ τῶν ὑπιόντων κάτω, καὶ τῶν ἐμουμένων τὰ
16. κατὰ τὴν ἄνω γαστέρα καὶ τὸν στόμαχον. ὅσα δὲ δι’
17. ὑπερώας ἐκκρίνεται, ἢ διὰ ῥινῶν καὶ δι’ ὤτων, ἐγκέφαλον,
1. ὅπως ἔχει ῥώμης, δηλώσει. κοινὸν δ’ ἐπὶ πάντων, ὡς οὐχ
2. οἷόν τε διαλυθῆναι τὸ νόσημα, πρὶν ἐν τοῖς ἀπιοῦσι περιττώμασιν
3. ὀφθῆναι πέψεως γνωρίσματα. οὕτω κᾂν ὦτα
4. κακῶς ἔχῃ, κᾂν ὀφθαλμοὶ, κᾂν φάρυγξ, κᾂν μόριόν τι ἑλκωθὲν
5. ᾖ, ἢ συλλήβδην εἰπεῖν ἅπαντες πεπασμοὶ ταχυτῆτα
6. κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν· ὠμὰ δὲ καὶ
7. ἄπεπτα, καὶ εἰς κακὰς ἀποστασίας ἐκτρεπόμενα, ἀκρισίας,
8. ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς.
9. ταῦτα περὶ προγνώσεως ἀρκεῖ πρὸς τὸ παρόν. ὁ γάρ
10. τοι πᾶς ὑπὲρ αὐτῶν λόγος ἐν ταῖς οἰκείαις πραγματείαις γεγένηται
11. κατὰ μέρος μεγίσταις οὔσαις, καὶ σχεδὸν ἅπαντα τὰ
12. θεωρήματα περιειληφυίαις, τά τε περὶ τῶν σφυγμῶν καὶ
13. κρίσεων καὶ κρισίμων ἡμερῶν. ἐξ ὧν γάρ τις προγινώσκει
14. μάλιστα, διὰ τῶν τριῶν τούτων δεδήλωται. δοκῶ τέλος
15. ἔχειν τὴν θεραπευτικὴν ἅπασαν μέθοδον.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 17, ed. Kühn, 1821, vol. 1, p. 289-295. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩