16. Ἐπειδὴ καὶ τοὺς ἀπαλλαγέντας νοσημάτων
17. εἰς εὐρωστίαν ὑγιεινὴν ἄγεσθαι προσήκει, καὶ τοὺς ὑποσυρομένους
1. εἰς τὰ νοσήματα προφυλάττεσθαι τὰς νόσους, ἔτι
2. τε τοὺς ἀμέμπτως ὑγιαίνοντας ἐν τούτῳ φυλάττεσθαι, καὶ
3. τρία ταῦτα ὑπόλοιπα μέρη τῆς τέχνης ἐστὶ, διὰ βραχυτάτων
4. εἰπεῖν τι καὶ περὶ τῆς τούτων συστάσεως. ἐπεὶ τοίνυν
5. εἴρηται καὶ πρόσθεν, ὡς ἔστι τρία τὰ σύμπαντα γένη
6. τῶν παρὰ φύσιν, αἰτίαι τε, καὶ διαθέσεις, καὶ συμπτώματα,
7. τὸ προφυλακτικὸν κᾂν εἴη μέρος τῆς τέχνης, ὃ δὴ
8. καὶ καλοῦσιν ἰδίως προφυλακτικὸν ἐν τῷ πρώτῳ γένει
9. συνιστάμενον. ὅταν γὰρ ἤτοι πλῆθός τι χυμῶν, ἢ φαυλότης,
10. ἢ ἔμφραξις, ἢ φθαρτικὴ δύναμις ἐγγίνηται τῷ σώματι,
11. κίνδυνός ἐστιν ὅσον οὔπω νοσῆσαι τὸν ἄνθρωπον, ποτὲ δὲ
12. καὶ ἐσχάτως κινδυνεῦσαι. δυσδιάγνωστοι δὲ τοιαῦται αἰτίαι
13. ἅτε οὐ λυποῦσαι τὸν ἄνθρωπον. ὥσπερ γε ἀμέλει καὶ ὁ
14. τοῦ λυττῶντος κυνὸς ἰὸς, οὗ σημεῖον ἴδιον οὐδέν ἐστιν ἐν
15. τῷ σώματι περιεχόμενον, πρὶν ἐγγὺς ἥκειν λύττης τὸν
16. δηχθέντα. καὶ δὴ καὶ πυνθάνεσθαι τῶν τοιούτων αἰτιῶν
17. ἀναγκαῖόν ἐστιν τὸν ἰατρὸν αὐτῶν τῶν πασχόντων ὑπὲρ τῶν
1. συμπεσόντων αὐτοῖς ἑκάστου. ὅταν μέντοι πλῆθος ἢ κακοχυμία
2. ὑποτρέφηται, ἢ τὸν ὄγκον τοῦ σώματος, ἢ ἐμφράττηταί
3. τι σπλάγχνον, ἔνεστι γνωρίζειν αὐτὰ διά τινων συμπτωμάτων,
4. ἃ μέσα πώς ἐστι τῶν τε τοῖς ὑγιαίνουσι ὑπαρχόντων
5. καὶ τῶν τοῖς νοσοῦσι συμβαινόντων. τὰ μὲν γὰρ
6. τοῖς ὑγιαίνουσιν ὑπάρχοντα κατὰ φύσιν ἅπαντά ἐστι καὶ
7. ἄμεμπτα· τὰ δὲ τοῖς νοσοῦσι συμβαίνοντα παρὰ φύσιν τε
8. καὶ μεμπτά· τὰ δὲ μεταξὺ τούτων ἐκ μὲν τοῦ γένους ἐστὶ
9. τῶν ταῖς νόσοις συμβαινόντων, οὕτω δὲ σμικρὰ τοῖς μεγέθεσι
10. καὶ ἀσθενῆ ταῖς δυνάμεσι, ὡς μηδέπω κωλύεσθαι
11. πρὸς αὐτῶν τὰς συνήθεις ἑκάστῳ πράξεις. εἴτε γὰρ ὀδύνη
12. κεφαλῆς ἢ ἄλλου τινὸς εἴη μέρους οὕτω σμικρά τις,
13. ὡς μήπω τὸν ἄνθρωπον ἀναγκάζεσθαι κλινήρη γενέσθαι,
14. ἀλλὰ καὶ εἴτε βάρος, ἤτοι καθ’ ὑποχόνδριον, ἢ
15. κεφαλὴν, ἢ ἄλλο τι μέρος, ἢ σπλάγχνον, οὐδὲ τοῦθ’ ἱκανὸν
16. ἀποστῆσαι τῶν συνήθων. ἔτι δὲ δὴ μᾶλλον ὄγκος τοῦ
17. σώματος, ἢ ἰσχνότης, ἢ ἄχροια, καὶ ὁ πρὸς τὰς κινήσεις
18. ὄκνος, ἢ ὑπνώδης διάθεσις, ἢ ἀγρυπνία τῶν κατὰ τὰς τοῦ
1. βίου πράξεις ἐνεργειῶν ἀπάγειν οὐχ ἱκανὰ, καὶ πολὺ δὴ
2. μᾶλλον ἀνορεξία τις, ἢ ὄρεξις ἐπιτεταμένη σιτίων· ἄμφω
3. γὰρ γίγνεται τοῦ σώματος οὐκ ἀκριβῶς ὑγιαίνοντος, ὥσπερ
4. γε καὶ ἀδίψους παρὰ λόγον, ἢ διψώδεις, ἢ δακνομένους τὸν
5. στόμαχον, ἢ τὴν κοιλίαν, ἢ κοπώδεις ἑαυτοὺς αἰσθάνεσθαι.
6. τοιοῦτος γάρ τις ὁ τύπος ἐστὶ τῶν συμβαινόντων τοῖς ὑποφερομένοις
7. εἰς νόσον. ἡ δ’ ἐπανόρθωσις τῶν ἐργαζομένων
8. αὐτὰ διαθέσεων, συνελόντι μὲν εἰπεῖν, διὰ τῶν ἐναντίων,
9. ὡς ἔμπροσθεν δέδεικται. κατὰ μέρος δ’ ἐπιόντι, τὸ
10. μὲν περιττὸν ἅπαν ἐκκενοῦν προσήκει, διορισάμενον ὅπως
11. ἐστὶ περιττὸν, εἴτε ὡς ποσὸν, εἴτε ὡς ποιὸν, εἴτε ὡς ἄμφω.
12. τὸ δ’ ἐπανελθεῖν δυνάμενον εἰς τὸ κατὰ φύσιν, ἀλλοιοῦν
13. διὰ τῶν ἐναντίων, τὸ μὲν παχὺ καὶ γλίσχρον λεπτύνοντα,
14. τὸ δὲ λεπτὸν παχύνοντα, κοινῇ δ’ ἄμφω πέττοντα,
15. τὰς δ’ ἐμφράξεις διαῤῥίπτοντα, τὰ δ’ ὅλῳ τῷ
16. γένει παρὰ φύσιν, οἷά τε τὰ δηλητήρια καὶ οἱ ἰοὶ τῶν
17. ἰοβόλων ζώων, ἀλλοιοῦντα καὶ κενοῦντα, τὰς μὲν ἀλλοιώσεις
1. διὰ τῶν ἐναντίων, ἤτοι καθ’ ὅλην τὴν οὐσίαν, ἢ
2. κατὰ ποιότητα μίαν, ἢ δύο ποιούμενον, ἐκκενοῦντα δὲ διὰ
3. τῶν ἑλκτικῶν δυνάμεων. δι’ ὧν δ’ ἄν τις ταῦτα ποιήσειε
4. βοηθημάτων, ἐξ αὐτῶν τῶν διαθέσεων ληπτέον. εἰ μὲν
5. γὰρ πάντες ὁμοίως αὐξηθεῖεν χυμοὶ, διὰ φλεβοτομίας μὲν
6. ἡ κυριωτάτη καὶ μεγίστη κένωσις, ἑξῆς δὲ διὰ τρίψεων
7. καὶ γυμνασίων, καὶ λουτρῶν, καὶ ἀσιτίας. οὕτω δὲ χρὴ
8. κενοῦν, καὶ εἰ τὸ αἷμα πλεονάσει μόνον. εἰ δ’ ὁ τῆς ξανθῆς
9. ἢ μελαίνης χολῆς χυμὸς, ἤ τις ὑδατώδης ὀῤῥὸς χυμοῦ,
10. διὰ κενώσεως μὲν, ἀλλ’ οὐχ ὁμοίως. τὰ μὲν γὰρ ἐν ταῖς
11. πρώταις φλεψὶ περιττώματα τοῖς ὑπηλάταις ἐκκαθαίρειν·
12. τὰ δ’ ἐν ταῖς ἄλλαις, δι’ οὕρων μὲν τὰ ὑδατώδη καὶ λεπτὰ,
13. διὰ καθάρσεως δὲ τὰ χολώδη. ἐγχωρεῖ δὲ καὶ τὰ λεπτὰ
14. τοῖς ὑπηλάταίς ἐκκενοῦν. τὰ δὲ καθ’ ὅλην τὴν ἕξιν, ὅσα
15. μὲν λεπτὰ, δι’ ἱδρώτων τε καὶ φαρμάκων, ὁπόσα τῷ δέρματι
16. προσφερόμενα ξηραίνειν πέφυκε· ὅσα δὲ χολώδη, καθάρσει
1. μὲν πρῶτον, ἑξῆς δὲ τῇ διὰ τοῦ δέρματος κενώσει. εἰ δ’
2. ὁ τοῦ φλέγματος πλεονάζοι χυμὸς, εἰ μὲν ἁλμυρὸν εἴη, καθαίρειν,
3. ὀξὺ δὲ γενόμενον ἀλλοιοῦν πειρᾶσθαι συντελοῦντα
4. τῇ φύσει πρὸς τὴν πέψιν αὐτοῦ. πολὺ δὲ δὴ μᾶλλον
5. ἔτι τὸ γλυκὺ πέττεται ῥᾳδίως. ἄγει δ’ εἰς πέψιν
6. ἡσυχία τε καὶ θάλψις μετρία, καὶ σιτίων εὐχύμων ὀλίγων
7. ἐδωδὴ, καὶ οἴνου πόσις θερμαίνοντος ὀλίγον. τὴν δὲ
8. θάλψιν μετρίαν ποιεῖ ἡ εὔκρατος τρίψις, καὶ αἱ τῶν θερμῶν
9. ὑδάτων σύμμετροι χρήσεις, ἐδέσματά τε καὶ φάρμακα
10. τὰ μετρίως θερμαίνοντα. διαῤῥίπτει δὲ τὰς ἐμφράξεις, ὅσα
11. λεπτύνειν πέφυκεν ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα τὰς
12. δ’ ὕλας τούτων ὅπως εὑρίσκειν τε καὶ κρίνειν προσήκει,
13. διὰ μιᾶς ἐξηγησάμεθα πραγματείας, ἣν περὶ τῆς τῶν
14. ἁπλῶν φαρμάκων δυνάμεως ἐπιγράφομεν. εἴρηται δὲ κᾀν
15. τῷ περὶ τῆς λεπτυνούσης διαίτης γράμματι.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 18, ed. Kühn, 1821, vol. 1, p. 295-300. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:18
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩