7. Ἐδείχθη δὲ κᾀπὶ τῆς οἰκοδομικῆς οὕτως ἔχειν.
8. ἔστι γὰρ οὖν δὴ καὶ ταύτῃ ἔργα διττὰ, γένεσίς τε τῆς οὐκ
9. οὔσης οἰκίας, ἐπανόρθωσίς τε τῆς πεπονθυίας. ἐδείχθη
10. μὲν γὰρ πρὸς ἀμφοτέρας τὰς ἐνεργείας ἀναγκαῖον ὂν
11. τῷ δημιουργικῷ γιγνώσκειν ἅπαντα τῆς οἰκίας τὰ μόρια,
12. τίνα τε κατὰ τὴν οὐσίαν ἐστὶ, καὶ ὁποῖα κατὰ τὴν διάπλασιν,
13. καὶ πηλίκα τε κατὰ τὸ μέγεθος, ὁπόσα τε τὸν
14. ἀριθμὸν, καὶ ὅπως ἀλλήλοις συγκείμενα. καὶ τοίνυν τῷ
15. συνισταμένῳ τὴν περὶ τὸ σῶμα τέχνην, ἣν ἐν τῷ παρόντι
16. συγχωρείτωσαν ἡμῖν οἱ περὶ ὀνόματα ἐρίζοντες ὀνομάζειν
17. ἰατρικὴν, ἀναγκαῖον ἔσται γιγνώσκειν ἕκαστον τῶν ἁπλῶν
18. μορίων, ὁποῖόν τι κατὰ τὴν οὐσίαν ἐστὶ καὶ τὴν διάπλασιν,
1. πηλίκον τε τὸ μέγεθος, ἔτι τε τὸν ἀριθμὸν αὐτῶν
2. ἅπαντα, καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν. ὥσπερ οὖν ὁ τὴν
3. ἤδη γεγενημένην οἰκίαν, ὁποία τίς ἐστιν, ἀκριβῶς γνῶναι
4. βουλόμενος ἐξ ἀναλύσεως καὶ διαλύσεως ἐπὶ τὴν διάγνωσιν
5. αὐτῆς ἐπεγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἡμεῖς ἐξ ἀνατομῆς
6. ἀνθρώπου σῶμα γνωσόμεθα. θεὸς μὲν γὰρ καὶ φύσις, ὡς
7. ὁ πρῶτον οἰκίαν ἐργασάμενος, οὕτω προγιγνώσκουσι τὰ μέρη,
8. τῆς χρείας αὐτοῖς τὸ παράδειγμα γεννώσης· ἡμεῖς δὲ, ὡς ὁ
9. τὴν ἤδη γεγενημένην οἰκίαν ἱστορῶν. καίτοι καὶ ἡμεῖς εἰ μὴ,
10. καθὼς οἷόν τε, παραπλησίαν θεῷ ποιησαίμεθα τὴν γνῶσιν,
11. ἀδύνατον ἡμῖν ἔσται διαγνῶναι, πότερον ἅπαντα διὰ
12. χρείαν τινὰ γέγονεν, ἣ μάτην ἔνια. καὶ γὰρ ταῦτα ἄμφω
13. δυνατόν ἐστιν ἐπινοεῖν, καὶ πρὸς τούτοις ἔτι πρὸς κακοῦ
14. τινα γεγονέναι. καὶ μέντοι καὶ ἡ γνῶσις ἡ τῶν ἄριστα
15. κατεσκευασμένων σωμάτων ἐντεῦθεν παραγίνεται. ἀλλὰ περὶ
16. μὲν τούτων αὖθις. ἐξ ἀνατομῆς δὲ τὰ ὁμοιομερῆ προσαγορευόμενα
17. σώματα μαθόντες, ὁποῖόν τε τὴν διάπλασιν ἕκαστον
18. αὐτῶν ἐστιν, πηλίκον τε τὸ μέγεθος, ὅσα τε τὰ σύμπαντα,
1. καὶ ὅπως συγκείμενα, τῶν συνθέτων μορίων ἐπιστήμην
2. ἔχομεν, ἃ δὴ καὶ προσαγορεύομεν ὀργανικά· τοιοῦτό
3. ἐστι σκέλος, τοιοῦτον χεὶρ, τοιοῦτον δάκτυλος, ὀφθαλμὸς,
4. γλῶττα, πνεύμων, ἧπαρ, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν
5. καὶ τὰς ἐνεργείας διττὰς εὑρεῖν ἐστὶ τῶν μορίων, ἑτέρας
6. μὲν τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν, ἑτέρας δὲ τῶν συνθέτων
7. τε καὶ ὀργανικῶν. ἔνεστι γοῦν καὶ τὸ σκέλος ὅλον ἰδεῖν
8. κινούμενον· ἔνεστι δὲ καὶ τῶν ἐν αὐτῷ μυῶν ἕκαστον. καὶ
9. καθ’ ἕκαστόν τε τῶν μυῶν ἐγκάρσιον ὅλως διακοπέντος, κίνησίν
10. τινα διαφθειρομένην τοῦ σκέλους. ἔνεστι δ’ ἱστοροῦντα
11. τὰ κατὰ τὸ σῶμα, καὶ ὅτι τὸ καθῆκον εἰς τὸν μῦν
12. νεῦρον ἐπειδὰν τρωθῇ, πρῶτος μὲν αὐτὸς ὁ μῦς ἀναίσθητός
13. τε καὶ ἀκίνητος γίνεται, σὺν αὐτῷ δὲ καὶ τὸ κινούμενον
14. ἄρθρον. ὅθεν, οἶμαι, καὶ ἀναγκαῖόν ἐστι συνισταμένοις
15. ἡμῖν τὴν τέχνην, οὐ μόνον γνῶναι τὰ μόρια καὶ τὴν σύνθεσιν,
16. ἀλλὰ καὶ τὰς ἐνεργείας αὐτῶν, καὶ ταύτῃ διοίσομεν
17. οἰκοδομησάντων. ἐκεῖνοι μὲν γὰρ τὰ μόρια μόνα καὶ τὴν
1. σύνθεσιν ἴσασιν, οὐδὲν γὰρ αὐτῶν ἐνεργεῖ, διότι μηδὲ ζῶόν
2. ἐστιν ἡ οἰκία· ἡμῖν δὲ καὶ τὰς ἐνεργείας ζητητέον ἐστί.
3. ἀρχὴ δὲ κᾀνταῦθα διττὴ ζητήσεως, ἤτοι τῆς ἐνεργείας γνῶσις,
4. καὶ τοῦ μορίου. τῆς ἐνεργείας μὲν, οἷον τοῦ λογίζεσθαι,
5. τοῦ μεμνῆσθαι, τοῦ προαιρεῖσθαι. τοῦ μορίου δὲ, οἷον
6. ἐγκεφάλου, καὶ νωτιαίου, καὶ καρδίας. πασῶν οὖν ὧν ἴσμεν
7. ἐνεργειῶν ζητήσωμεν τὰ μόρια, τῶν τε μορίων ἁπάντων τὰς
8. ἐνεργείας. ἡ ζήτησις δὲ πάντως ἡμῖν κᾀνταῦθα διά τινος
9. ἔσται μεθόδου, περὶ ἧς αὖθις σκεψόμεθα.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 2, ed. Kühn, 1821, vol. 1, p. 230-233. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩