10. Νυνὶ δ’, ὅτι διττὴ μὲν ἡ τῶν μορίων ἐστὶ φύσις,
11. διττὴ δὲ καὶ ἡ τῶν ἐνεργειῶν, ἤδη λέλεκται, καὶ αὖθις ἀκριβέστερον
12. λεγέσθω. τοῦ σύμπαντος σκέλους ἐνέργεια βάδισίς
13. ἐστι. γίνεται δὲ, τῶν ἐν αὐτῇ διαρθρώσεων ἐναλλὰξ ἀλλήλων
14. ἐκτεινομένων τε καὶ συγκαμπτομένων, οἷον αὐτίκα κατὰ γόνυ
15. τῶν μὲν ἔμπροσθεν μυῶν ὑπερβαινόντων τὴν ἐπιγονατίδα,
16. καὶ διὰ τενόντων εἰς τὸ τῆς κνήμης ὀστοῦν ἐμφυομένων,
17. ἐπειδὰν ἐκεῖ ἐπισπάσωνται τὴν κνήμην, ἡ ἔκτασις γίνεται
1. τοῦ σκέλους· τῶν δ’ ἐντὸς ὁμοίως ἐνεργησάντων ἡ κάμψις.
2. οὕτω καὶ κατ’ ἰσχίον καὶ πόδα καμπτομένης ἢ ἐκτεινομένης
3. τῆς διαρθρώσεως, αἱ κινήσεις γίνονται. φαίνεται
4. μὲν οὖν ὁ μῦς ἐναργῶς, ὅταν τοῦ περικειμένου δέρματος
5. γυμνωθῇ, συναγόμενός τε καὶ ἀνασπώμενος, ὡς ἐπὶ
6. τὴν ἑαυτοῦ κεφαλήν. οὐ μὴν τὸ καθῆκον εἰς αὐτὸν νεῦρον
7. αἰσθητήν τινα κίνησιν κινούμενον φαίνεται, ἀλλ’ ἔοικεν ὁδὸς
8. εἶναι τοῦτο τῆς ἐξ ἐγκεφάλου κατιούσης δυνάμεως. αὐτὸς
9. δ’ ὁ ἐγκέφαλος ὅτι μὲν ἀρχὴ τοῖς νεύροις ἅπασι τῆς τοιαύτης
10. δυνάμεώς ἐστιν, ἐναργῶς ἐμάθομεν ἐκ τοῦ διαιρεθέντος
11. ὁτουοῦν νεύρου, ἐν μὲν τοῖς ἄνω μέρεσιν. ὃ συνεχές
12. ἐστιν ἐγκεφάλῳ, διασώζειν τὰς ἐνεργείας, ἀπολλύναι δ’ ἐν
13. τοῖς κάτω. πότερον δ’, ὥσπερ αὐτὸς τοῖς νεύροις, οὕτω
14. ἐκείνῳ πάλιν ἕτερόν τι μόριον ἐπιπέμπει τὰς δυνάμεις, ἢ
15. πηγή τις αὐτῶν ἐστιν, ἔτ’ ἄδηλον· ἡ γὰρ τοιαύτη σκέψις
16. ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἐστιν. ἀλλ’ ἐπανίωμεν, ὅθεν ὁ λόγος
17. ἀπετράπετο. βάδισις μὲν ἡ ἐνέργεια τοῦ σκέλους παντός.
18. ἐξηγεῖται δ’ αὐτῆς τῶν ἐν τοῖς σκέλεσι μορίων τὸ μυῶδες
1. γένος. ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ πιμελὴ, καὶ ἀδὴν, καὶ
2. ἀρτηρία, καὶ δέρμα, καὶ φλέβες, ὑμένες τε καὶ σύνδεσμοι,
3. τὴν ἀρχὴν τῆς κινήσεως ἔχουσιν ἐκ τῶν μυῶν. πρῶτα μὲν
4. γὰρ ὑπ’ αὐτῶν κινεῖται τὰ ὀστᾶ, τὰ δ’ ἄλλα πάντα τῷ
5. παρακεῖσθαι τοῖς ὀστοῖς ἐν κύκλῳ, σὺν ἐκείνοις κινεῖται.
6. ἡ μὲν οὖν τοῦ ποδὸς κίνησις ἐνέργεια τοῦ μυὸς ἐστίν· ἡ δὲ
7. ὅλου τοῦ σκέλους οὐκ ἔστιν ἁπάντων ἐνέργεια τῶν μορίων
8. αὐτοῦ. καὶ διὰ τοῦτο διττὸν ἔφαμεν εἶναι τῶν ἐνεργειῶν
9. τὸ γένος· ἕν μὲν τὸ πρῶτον καὶ κυριώτατον, ἑκάστου τῶν
10. ἁπλῶν μορίων ἐνεργοῦντος, ἕτερον δὲ κατὰ συμβεβηκὸς, ἢ
11. δευτέρως, ἢ οὐ πρώτως, ἢ ὅπως ἄν τις τῶν ὅλων ὀργάνων
12. ὀνομάζειν ἐθέλῃ.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 3, ed. Kühn, 1821, vol. 1, p. 233-235. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩