13. Ἐπεὶ δὲ τοῦτο ἡμῖν διώρισται, μετὰ τοῦτο
14. ζητητέον ἐστὶν, ἐκ τίνων μὲν ἡ τῶν ὀργανικῶν μορίων, ἐκ τίνων
15. δὲ ἡ τῶν ἁπλῶν ἐνέργεια συμπληροῦται. καὶ πρῶτόν γε ἀπὸ τῶν
16. ὀργανικῶν ἀρκτέον, ἐπειδὴ σκέλους ἐμνημονεύσαμεν. εἰ μὴ
17. τοίνυν ᾖ τὰ ὀστᾶ τηλικαῦτά τε καὶ τοσαῦτα, καὶ ὡδί πως
18. διαπεπλασμένα, καὶ ὡδί πως συνταττόμενα, τῶν μυῶν ἡ κίνησις
1. οὐδὲν ἀνύσει. χρὴ γὰρ ἐν ταῖς διαρθρώσεσι τὸ
2. μὲν ὑποδέχεσθαι τῶν ὀστῶν, τὸ δὲ ἐμβαίνειν, τοὺς συνδέσμους
3. δ’ ἔξωθεν ἐν κύκλῳ περιβεβλῆσθαι, σφίγγοντας αὐτῶν
4. τὴν σύνταξιν, ὅπως μὴ παραλλάττῃ· οὐ μὴν οὕτως
5. συντόνους τε καὶ σκληροὺς, ὡς ἀντιπράττειν ταῖς κινήσεσι,
6. οὐ μὴν οὐδ’ οὕτω χαλαροὺς, ὡς παραλλάττειν ἐπιτρέπειν τὰ
7. διαρθρούμενα. φαίνονται τοίνυν καὶ οἱ σύνδεσμοι δεόμενοι
8. μεγέθους τέ τινος, καὶ διαπλάσεως, καὶ ἀριθμοῦ, καὶ συνθέσεως.
9. ἐάν τε γὰρ ἐλάττους ἢ μείζους γίνωνται, ἐάν τε
10. πλείους ἢ ὀλιγώτεροι τοῦ δέοντος, ἄν τ’ ἐν ἑτέρῳ σχήματι,
11. καὶ καθ’ ἕτερον ἐμφυόμενοι χωρίον, οὐκ ἔτ’ ἄμεμπτος ἡ
12. τῆς διαρθρώσεως γίνεται κίνησις. ὥσπερ οὖν ἐπὶ συνδέσμων
13. τε καὶ ὀστῶν καὶ μυῶν εἴρηται νῦν, οὕτως ἐπὶ πάντων
14. προσήκει διασκέψασθαι, τῆς ἐνεργείας τε πέρι καὶ τῆς
15. χρείας. εἰ μὲν γὰρ εὑρίσκοντο μόριον μηδὲν ἀργὸν ἐνεργείας
16. ἢ χρείας, ἀλλὰ κατὰ τὴν οὐσίαν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος,
17. ἔτι τε τὴν διάπλασίν τε καὶ τὴν σύνταξιν ἄριστα κατεσκευασμένον,
1. οἶόν περ ἐστὶ, φυλακτέον αὐτό· διημαρτημένον
2. δὲ κατά τι, πρὸς τὸ βέλτιον ἀκτέον. ὅπερ οὐχ οἶόν
3. τε ποιῆσαι, πρὶν τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν
4. κατασκευὴν ἑκάστου γνῶναι τῶν μορίων. ζητητέον οὖν αὐτὰ,
5. καὶ οὐκ ἀποκνητέον, εἰ μέλλοιμεν ἕξειν ἐπιστήμην ὑγιεινοῦ
6. καὶ νοσεροῦ σώματος.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 4, ed. Kühn, 1821, vol. 1, p. 235-237. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩