5. Πάλιν οὖν ἀναμνήσομαι ἡμᾶς αὐτοὺς,
6. ὡς κᾀν τοῖς ἄλλοις ἅπασιν, ὧν ἐν συνθέσει τὸ τῆς οὐσίας εἶδός
7. ἐστιν, ἐδείχθη τὰ σύμπαντα γένη τέτταρα, τῆς ὅλης οὐσίας
8. αὐτῶν αἴτια, καὶ προσέτι τοῦ κατωρθωμένου τε καὶ διημαρτημένου
9. σχήματος ἐν αὐτοῖς· ἔπειτα δ’ , ὅτι καὶ αὐτῶν
10. τῶν ἁπλῶν ἑκάστου μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι τὴν
11. φύσιν, εἰ καὶ τὴν τούτων τις ἀρετήν τε καὶ κακίαν ἱκανός ἐστι
12. γνωρίζειν, ἐπανορθοῦσθαί τε τὰ παθήματα. πεπονθυίας
13. γοῦν ἐν οἰκίᾳ κεραμίδος ἢ πλίνθου τινὸς, ὠμῆς ἢ ὀπτῆς, ἐπίστασθαι
14. χρὴ τὸν τεχνίτην, ὅπως τε δημιουργήσει τοιαύτην ἑτέραν,
15. ὅπως τε τὴν μὲν πεπονθυῖαν ἐξαιρήση, καταθήσεται δ’
16. εἰς τὸν ἐκείνης τόπον ἑτέραν ἀπαθῆ. τῷ μέντοι γε τὴν περὶ
17. τὸ σῶμα τἀνθρώπου τέχνην συνισταμένῳ πρὸς τοῖς ἄλλοις
1. καὶ ἀναγκαῖον τοῦτο ἔσται, γιγνώσκειν, εἴτε δυνατόν ἐστιν
2. ἀντιτιθέναι τι μόριον, εἴτε ἀδύνατον ἀντ’ ἄλλου τίθεσθαι.
3. σάρκα μὲν ἐκκόψας πεπονθυῖαν, ἑτέραν ἐργάσασθαι δύνασαι.
4. νεῦρον δὲ ἢ σύνδεσμον κόψας, ἕτερον ἀποτελέσαι
5. τοιοῦτο οὐ δυνήσῃ. τῇ μὲν γὰρ ἐξ αἵματος ἡ γένεσις, τοῖς
6. δὲ ἐκ σπέρματος. ἔστι δὲ καὶ ὀστοῦν ἕν τι τῶν ἐν τῇ
7. πρώτῃ διαπλάσει συνισταμένων, ἀλλ’ εἰς τὴν χώραν αὐτοῦ
8. καταθεῖναί τι δυνάμεθα παραπλήσιον ὀστῷ. καὶ ταῦτα ἐγὼ
9. μὲν νῦν ἀπεφηνάμην ἐκ προχείρου λαβὼν ἕνεκα παραδείγματος.
10. ὁ δὲ λόγος αὐτόν γε κελεύει ζητῆσαι τὸν συνιστάμενον
11. τὴν τέχνην, καὶ ἤδη γε τὰς ἀρχὰς τῆς εὑρέσεως ὑπεγραψάμην,
12. ἐπὶ τὴν πρώτην τοῦ ζώου γένεσιν ἀναπέμψας,
13. καὶ συμβουλεύσας ζητῆσαι, τίνα μὲν ἐκ σπέρματος ἐγένετο,
14. τίνα δ’ ἐκ τροφῆς ἀεὶ γίγνεται. ἔτι δὲ δὴ μᾶλλον ἡ μέθοδος
15. ἀναγκάζει τε καὶ κελεύει ζητεῖν ἡμᾶς, εἴθ’ ἕν ἐστιν
16. ἕκαστον τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν φαινομένων μορίων,
17. εἴτ’ ἐκ πλειόνων σύγκειται, καὶ τίς ὁ τρόπος αὐτοῖς ἐστι
1. τῇ συνθέσει. εὔδηλον γὰρ, ὡς καὶ ταῦτα τοῖς ὀργανικοῖς
2. ὀνομαζομένοις ἀνάλογα, ἔν τε τῇ ποσότητι καὶ διαπλάσει καὶ
3. μεγέθει καὶ θέσει τῶν συνιστάντων αὐτὰ, τήν τ’ ἀρετὴν
4. ἕξει καὶ τὴν κακίαν, εἴπερ ἀνάλογος ὁ τρόπος αὐτῶν ἐστι τῆς
5. γενέσεως. εἰ δ’ οὐχ οὕτως, ἀλλ’, ὡς ἡ τετραφάρμακοσὀνο μαζομένη,
6. δι’ ὅλων κερασθέντων ἁπάντων ἐγένετο, καθ’ ἕτερον
7. τρόπον ἐξευρήσεις αὐτῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ
8. τὴν νόσον. ὥσπερ, οἶμαι, εἰ μὴ κερασθέντων, ἀλλ’ ἐκ
9. παραθέσεως ἀκριβοῦς ἡ ἕνωσις αὐτῶν ἐστιν, ὁμοίως τῷ κεφαλικῷ
10. τῷ καλουμένῳ φαρμάκῳ ξηρῷ, καὶ οὕτως ἐξεύροις
11. τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει
12. τοῦ πράγματος. εἰ δὲ μήτε ἐκ πολλῶν διαφερόντων κατ’
13. εἶδος, ἀλλ’ ὁμοειδῶν ἁπάντων σύγκειται, καθάπερ εἰ οὕτως
14. ἔτυχεν οἰκία τις ἐξ ὀπτῆς πλίνθου μόνης, ἢ λίθων, ἐν τῇ
15. συνθέσει μόνῃ δηλονότι ἐξευρήσεις τῶν ὁμοιομερῶν τὴν ἀρετήν
16. τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ
17. πράγματος. ὅτι μὲν δὴ τῶν εἰρημένων ἕν τι τοῖς ὁμοιομερέσιν
1. ὑπάρχει σώμασιν, ὁ λόγος ἡμῖν ὑφηγεῖται. τί δ’ ἐξ
2. αὐτῶν ἐστιν ἀληθὲς, ἀκριβοῦς δεῖται σκέψεως. ὁρῶμέν
3. γέ τοι καὶ τοὺς φιλοσόφους, ἐπὶ τὴν τοιαύτην μὲν ἀφικομένους
4. ζήτησιν, ὥσπερ καὶ τῶν ἰατρῶν ἐνίους, ἐπιπλέον
5. ἀλλήλων διενεχθέντας. διό μοι καὶ δοκοῦσιν οἱ πλεῖστοι
6. τῶν ἰατρῶν ἀποστῆναι τῆς τοιαύτης ζητήσεως, ἀπογνόντες
7. εὑρήσειν τὸ ζητούμενον. ἔνιοι δ’ οὐ μόνον ὡς
8. ἀδυνάτου τῆς εὑρέσεως ἀπέστησαν, ἀλλὰ καὶ ὡς ἀχρήστου.
9. ὅτι μὲν οὐκ ἄχρηστος, εἰ μέλλοι τις οὐ διὰ πείρας τινὸς,
10. ἀλλὰ μεθόδῳ συστήσασθαι τὴν τέχνην, ἤδη μοι δοκεῖ πρόδηλον
11. ὑπάρχειν· ὅτι δὲ οὐδ’ ἀδύνατος, ἐφεξῆς σκοπῶμεν,
12. ὀλίγον τι πρότερον ἡμῖν διαλεχθέντες. εἰ γάρ τί μοι πιστεύεις,
13. ὥσπερ οὖν πιστεύεις, ὁρῶν με οὐδὲν πρὸς δόξαν
14. ἀνθρώπων, ἀλλὰ καὶ πρὸς ἀλήθειαν ἅπαντα πράττοντα,
15. μὴ καταπληττέτω σε τὸ πλῆθος τῶν διαφωνησάντων ἰατρῶν
16. τε καὶ φιλοσόφων. εἰ μὲν γὰρ ἐξ ὧν χρὴ γνῶναι τἀληθὲς,
17. ἅπασιν ὑπῆρξεν, εἶτ’ οὐχ εὗρον, εὔλογον ἦν ἀπογνῶναι
1. τῆς εὑρέσεως. εἰ δὲ τινὰ μὲν οὐδ’ ὅλως ἔσχον, ὥσπερ οὖν
2. ὁμολογοῦσι καὶ αὐτοὶ, τινὰ δ’ ἄδηλον εἰ ἔσχον, ἡμεῖς δὲ
3. σύνισμεν αὑτοῖς ἔχουσιν ἅπαντα, θαῤῥούντως χρὴ προσιέναι
4. τῇ ζητήσει. τίνα τοίνυν ἐστὶν, ἃ χρὴ συνελθεῖν, ἵνα ζητῶν
5. ὁτιοῦν τις ἤτοι γνῷ τἀληθὲς, ἢ μὴ γνοὺς οὐκ ἀπογνῷ
6. τῆς εὑρέσεως; ἑπτὰ δηλονότι. πρῶτον μὲν ὀξεῖα φύσις,
7. ὥστε ὅπερ ἂν ἐκδιδάσκηται μάθημα λογικὸν ἑτοίμως ἕπεσθαι.
8. δεύτερον δὲ ἡ ἐκ τῆς παιδικῆς ἡλικίας ἀγωγή τε καὶ ἄσκησις,
9. ὡς ἐν τοῖς πρώτοις γενέσθαι μαθήμασι. μάλιστα δ’
10. αὐτὸν ἐν ἀριθμητικῇ τε καὶ γεωμετρίᾳ γυμνάσασθαι δεῖ,
11. καθάπερ καὶ Πλάτων συμβουλεύει. τρίτον ἐπὶ τούτοις
12. ἅπασιν ὑποσχεῖν τὰ ὦτα τοῖς κατὰ τὸν ἑαυτοῦ χρόνον ἀρίστοις
13. εἶναι δοκοῦσιν. εἶτα τέταρτον αὐτὸν εἶναι φιλοπονώτατον,
14. ὡς μηδὲν μήθ’ ἡμέρας, μήτε νυκτὸς ἐκμελετᾷν
15. ἄλλο πλὴν τῶν μαθημάτων. εἶτα πέμπτον, ὅπερ ὀλιγίστοις
16. ὑπῆρξεν, ἀληθείας ὀρεχθῆναι, καὶ τοῦτο σπουδάσαι μόνον ἐν
17. ἅπαντι τῷ βίῳ, καταφρονήσαντα τῶν ἄλλων ἁπάντων, ἃ τοῖς
1. πολλοῖς διεσπούδασται. πρὸς τούτοις ἕκτον, ἐκμαθεῖν τινα
2. μέθοδον, ᾗ διακρίνεται τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. οὐ
3. γὰρ δὴ ἀποχρήσει γε μόνον εἰς τὴν εὕρεσιν ὧν ζητοῦμεν
4. ἐπιθυμῆσαι τῆς ἀληθείας, ἀλλὰ χρὴ καὶ δύναμίν τινα τῆς
5. εὑρέσεως πορίσασθαι. ἕβδομον ἐπὶ τούτοις ἅπασιν, ἀσκῆσαι
6. τὴν μέθοδον, ὡς μὴ γιγνώσκειν μόνον, ἀλλὰ κεχρῆσθαι δύνασθαι.
7. εἰ γὰρ δὴ τοῖς μὲν ῥήτορσιν ἐλάττονα τέχνην μετερχομένοις
8. οὐχ ἱκανὸν εἶναι δοκεῖ τὸ γνῶναι τὴν μέθοδον,
9. ἀλλ’ ἐν ἅπαντι τῷ βίῳ τὴν ἄσκησιν αὐτῆς μεταχειρίζονται,
10. πολὺ μᾶλλον τοῖς οὕτω μεγάλα ζητοῦσιν οὐκ ἀποχρήσει
11. μόνως ἐκμαθεῖν τὴν μέθοδον. εἰ μὲν οὖν ἕν τι τῶν εἰρημένων
12. ἐνδέοι τῷ καθηγουμένῳ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ,
13. δίκαιόν ἐστι μὴ πάνυ τι τυχεῖν ἐλπίζειν, ὧν ἐφίεται. εἰ δὲ
14. ἅπαντα ὑπάρχει, τί κωλύει ζητεῖν τὸ ἀληθὲς ἐπ’ ἐλπίσιν
15. ἀγαθαῖς;
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 6, ed. Kühn, 1821, vol. 1, p. 240-245. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩