7. Πάλιν οὖν ἐπανελθόντες ἐπὶ τὸ προκείμενον,
8. ἐπιθῶμεν αὐτῷ τέλος. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’
9. ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωμεν ἑξῆς, ἀρχὴν
10. κᾀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινομένων ποιησάμενοι.
11. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον καὶ ἁψαμένοις ὧν
12. πρῶτον ἀλλοιῶσι, ποιήσασθαι τὴν μεταβολὴν, ὥσπερ ἡ
13. αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται.
14. παρὰ γὰρ τὴν ἔννοιάν ἐστιν ὑπὸ τῆς ἐνταῦθα
15. φλογὸς ἀλλοιοῦσθαί τι τῶν ἐν Αἰγύπτῳ. καὶ μὴν εἰ ἁψάμενον
16. ἀλλοιοῖ τὸ μεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας
17. τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὖν τὸ κωλῦον ἐστὶν
18. ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ μὲν οὖν τέμνει τὸ πλησιάζον,
1. ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ
2. τὸ βάρος, ἀλλὰ θλᾷ μὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται
3. τῆς πασχούσης οὐσίας τὴν μεταβολήν. οὐ μὴν οὐδὲ
4. σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς
5. ἕτερον εἶδος μεταστῆσαι. θερμότης μέντοι καὶ ψυχρότης
6. ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως
7. δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ μὴ διὰ τάχους ὁμοίως
8. ταῖς εἰρημέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται μεταλλάττουσι
9. τὰ ὑποκείμενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχομεν ἀλλοιοῦν
10. δυναμένην; ἢ τὸ σύμπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ μόνας
11. ὀνομάζεσθαί τε καὶ νομίζεσθαι προσήκει τὰς εἰρημένας
12. ποιότητας δραστικὰς, καὶ μάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν,
13. καὶ κατ’ αὐτὴν μᾶλλον τὴν θερμότητα, δραστικωτάτη
14. γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς
15. ψυχρότης, εἶθ’ ὑγρότης, καὶ ξηρότης. ἄλλη δὲ οὐδὲ
16. μία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι’ ὅλων αὐτῶν. εἰ
17. γάρ τι διασπᾷ, καὶ θλᾷ, καὶ τέμνει, καὶ νύττει, δρᾷ
18. μέντοι καὶ τοῦτο, δι’ ὅλου δὲ οὐκ ἐκτείνει τοῦ πάσχοντος
1. τὴν ἀλλοίωσιν, ὅθεν οὐδ’ εἰς ἕτερον εἶδος οὐσίας αὐτὸ μεθίστησιν,
2. ἀλλ’ εἰς πλείστας διαιρεῖ. τὴν γοῦν χιόνα διαιρῶν
3. μὲν εἰς ἐλάχιστα μόρια, φυλάξεις χιόνα, θερμήνας δὲ
4. παύσεις τοῦ εἶναι χιόνα. καὶ γὰρ καὶ ἡ γένεσις ἐξ ὕδατός
5. αὐτοῦ ψυχθέντος, οὐκ εἰς ἓν ἀθροισθέντος. αὔξησις μὲν
6. γὰρ οὐσίας τοῦτο, γένεσις δὲ ἐκεῖνο. καὶ δὴ καὶ τῶν ἐναντίων,
7. ἡ μὲν εἰς σμικρὰ διαίρεσις, μείωσις τῆς οὐσίας ἐστὶν,
8. ἡ δὲ θέρμανσις, ἑτέρας οὐσίας ἐστὶ γένεσις, ὅταν ἀλλοιώσῃ
9. τὸ προϋπάρχον εἶδος. ὅσα τοίνυν σώματα πρῶτον τὰς τοιαύτας
10. ἔχει ποιότητας, ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων
11. ἐστὶ, καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα, γῆ, καὶ ὕδωρ, καὶ
12. ἀὴρ, καὶ πῦρ, ἅπερ ἅπαντες οἱ μὴ φεύγοντες ἀπόδειξιν
13. φιλόσοφοι στοιχεῖα τῶν γεννωμένων τε καὶ φθειρομένων
14. ἔφασαν εἶναι. καὶ μεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ, καὶ
15. εἶναί τι κοινὸν ἅπασιν ὑποκείμενον. ἀλλ’ οὐ περὶ τούτων
16. ὁ λόγος· ὅτι δὲ οὐ χρὴ δυσωπεῖσθαι τὸ πλῆθος τῶν ἁμαρτανόντων
17. τῆς ἀληθείας, ἀλλ’ εἰ μὲν ἔχει τις ἀπόδειξιν,
1. ἐκείνῃ πιστεύειν. εἰ δὲ οὐκ οἶδεν ὅλως οὐσίαν ἀποδείξεως,
2. ὥσπερ ἔνιοι τῶν φιλοσοφεῖν φασκόντων ὁμολογοῦσι, μὴ τολμᾷν
3. ἀποφαίνεσθαι πάντως. παραπλήσιον γὰρ τοῦτό γε
4. τῷ βούλεσθαι μαθεῖν, ὅπως χρὴ προγιγνώσκειν ἔκλειψιν
5. ἡλίου, πρὶν ἐπ’ ἀριθμῶν καὶ γραμμῶν γυμνάσασθαι. φευκτέον
6. οὖν σοι τοιούτους ἀνθρώπους, ὥσπερ τὰ βάραθρα·
7. συγκατασπῶσι γὰρ αὑτοῖς ἐνίοτε τοὺς πλησιάζοντας, ἢ πάντως
8. γε ῥυπαίνουσι, εἰ μή τις ἱκανῶς εἴη γεγυμνασμένος ἐν
9. θεωρίᾳ λογικῇ. ταύτῃ τοι καὶ ἀσκητέον ἡμῖν οὕτως, ὡς
10. οὐδὲν ἕτερον, ἐκείνην τὴν θεωρίαν. ἀλλὰ τοῦτο μὲν οἷδ’
11. ὅτι πάρεργον.
⟨
(De constit. artis med.) [n° 006 Fichtner] [GalLat]
De constitutione artis medicae ad Patrophilum
Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).
De constitutione artis medicae ad Patrophilum, 8, ed. Kühn, 1821, vol. 1, p. 251-254. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩