Galenus. De constitutione artis medicae ad Patrophilum (De constit. artis med.) [n° 006 Fichtner] [GalLat]

Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Constitution de l’art médical à Patrophile
The Composition of the Art of Medicine (CAM)
Fortuna, 1997.
De constitutione artis medicae ad Patrophilum, 1821, vol. 1, p. 224-304. urn:cts:greekLit:tlg0057.tlg006.verbatim-lat1
Fortuna, 1997 (ita); Boulogne, Delattre, 2003 (fra); Johnston, 2016 (eng).

De constitutione artis medicae ad Patrophilum, Prooemium, ed. Kühn, 1821, vol. 1, p. 224-227. urn:cts:greekLit:tlg0057.tlg006.1st1K-grc1:Prooemium

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΠΑΤΡΟΦΙΛΟΝ

ΠΕΡΙ ΣΥΣΤΑΣΕΩΣ ΙΑΤΡΙΚΗΣ.

1. Ἐπεί μοι δοκεῖς, ὦ Πατρόφιλε, θεῖόν τι πεπονθέναι
2. πάθος, ὀρεγόμενος ἅπαντα σὺν ἀποδείξει τε καὶ μεθόδῳ
3. μανθάνειν, ὑπηρετῆσαί σου διέγνωκα τῇ προθυμία, καὶ
4. γράψαι τῶν λόγων ὧν ἤκουσας, ἢ περὶ ὧν ἠπόρεις, ὑπομνήματά
5. σοι. πῶς δ’ οὐκ ἂν ὑπέστην τὸν ἆθλον τοῦτον,
6. ὁρῶν σε καθευρηκότα μὲν ἀρχήν τινα τῆς ἐπ’ ἀλήθειαν
7. ἀγούσης ὁδοῦ, μόνον δ’ οὐ δυνάμενον αὐτῆς ἐφικέσθαι
8. δι’ ὕψος τε καὶ μῆκος καὶ τραχυτῆτα. τοὺς μὲν γὰρ
1. πολλοὺς ὁρῶ, μηδὲ μετὰ παρακλήσεως ἐπ’ αὐτὴν ἰόντας,
2. ἀλλ’ ὀκνοῦντάς τε, καὶ ἀποτρεπομένους, σὲ δ’ ἐκείνων ἔμπαλιν
3. ἔχοντα· ἀποτρεπομένων γὰρ ἁπάντων, ἄχρι γε τοῦ
4. δεῦρο, καὶ πρὸς ἄλλας ὁδοὺς ἐκτρεπόντων, αὐτήν γε κατιδόντα
5. τὴν ἀλήθειαν, ὡς ἐφ’ ὑψηλοῦ τινος ᾤκισται, καὶ τοῦ
6. κάλλους αὐτῆς ἐραστὴν δριμύτατον γενόμενον, οὔτ’ ὀκνεῖν
7. τὴν ὁδὸν, οὔτ’ ἐπιτρέπειν ἑαυτῷ μόνῳ τὴν πορείαν. ἐν
8. μὲν δὴ τῷ παρόντι, σύστασιν ἰατρικῆς τέχνης ἐπιθυμῶν
9. ἐξευρεῖν ἀληθῆ, μεστὸς ὠδίνων ἦσθα τὴν ψυχήν. ὡς δ’
10. ἐγὼ ὑποτοπάζω, μικρὸν ὕστερον ἐμπλησθήσῃ μείζονος ὀρέξεως,
11. εἰ θεάσαιο τὸ τῆς ἀληθείας φῶς καταλαμπόμενον,
12. ἑτέραν οὐχ εὑρὼν ὁδὸν καλλίονα τῆς νῦν σοι ζητουμένης.
13. ὁρῶ γάρ σε περὶ τὴν τἀληθοῦς εὕρεσιν ἐνθέως διακείμενον,
14. ἐφ’ ἧς ἂν ὕλης φαντάζοιο. λέγοντος οὖν σου, μυρίοις μὲν
15. ὑποβεβληκέναι τὰ ὦτα μαθήσεως ἕνεκα τέχνης ἰατρικῆς,
16. οὔτε δ’, ὅθεν ἄρχεσθαι χρὴ, σὺν ἀποδείξει τε καὶ μεθόδῳ
17. παρ’ οὐδενὸς ἀκηκοέναι, καὶ πολὺ δὴ μᾶλλον οὐδὲ
1. τὴν ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδὸν οὐδενὶ ἐπιδεικνύντι
2. σοι συγγεγονέναι, δείξειν ὑπεσχόμην ὃ ποθεῖς, εἰ πρότερον
3. ὑπομείναις καὶ ἐπ’ ἄλλων γυμνάσασθαι τεχνῶν τὸν λόγον.
4. σοῦ δὲ, οὐχ ὅπως ἀποστάντος, οὐδ’ ὀκνήσαντος τὴν πρόσκλησίν,
5. ἀλλ’ ἥδιον ἂν οὕτω φάντος ἢ ἐκείνως ἐπὶ τὸ προκείμενον
6. ἐλθεῖν, εἰ μόνον ἐπαγγείλαιμί σοι τὴν αὐτὴν μέθοδον
7. ἐν ἁπάσαις ἐπιδείξειν ταῖς τέχναις· εἶτ’ ἐμοῦ καὶ
8. τοῦτ’ ἐπαγγειλαμένου, καὶ δεικνύντος ἐπὶ τῆς πρώτης προβληθείσης
9. θεωρίας, ἑώρων σε γανύμενον ἐπὶ τῇ τῆς θεωρίας
10. ἀληθείᾳ. καὶ τοίνυν ἐφεξῆς πολλὰς ὁμοίως διασκεψάμενος,
11. καὶ μάλιστα αὐτῶν τὰς ποιητικὰς, ἐπειδὴ τοῦ γένους
12. ἐστὶ τούτου καὶ ἡ περὶ τὴν ὑγίειαν ἔχουσα, τηνικαῦτα
13. μετέβης ἐπ’ αὐτὴν, ἣν ἐξ ἀρχῆς ὥρμησο, καὶ θεασάμενος,
14. ὡς ἐστὶ κᾀνταῦθα μία τε καὶ ἡ αὐτὴ μέθοδος, ἠξίωσας,
15. ὑπὲρ τοῦ μηδέποτ’ ἐκρυῆναι τῆς μνήμης τὰ λεχθέντα,
16. γραφῆναί τινα αὐτῶν ὑπομνήματα. κᾀγὼ χαίρων σου τῇ
1. περὶ τὴν ἀλήθειαν σπουδῇ, δύο ταῦτα ξυνέθηκα γράμματα·
2. τὸ μὲν ἕτερον, ἐν ᾧ χρὴ πρότερον γυμνάσασθαι τὸν τεχνωθῆναι
3. βουλόμενον, ἐπιδεικνύον, ὅπερ οἱ παλαιοὶ φιλόσοφοι
4. λέγουσι, τὸ πάσῃ τέχνῃ τὴν σύστασιν ἀπὸ τῆς κατὰ τὸ
5. τέλος ἐννοίας γίγνεσθαι· διῃρέθη δὲ διὰ τὸ μέγεθος εἰς
6. δύο βιβλία· τὸ δ’ ἕτερον καὶ δεύτερον, οὗ νῦν ἀρχόμεθα,
7. δεικνύον, ὅπως ἡ αὐτὴ καὶ μία μέθοδος, ὥσπερ τὰς ἄλλας
8. ἁπάσας τέχνας, οὕτω καὶ τὴν ἰατρικὴν συνεστήσατο. καὶ
9. δὴ ἀρκτέον ἤδη μοι τοῦ λόγου.

Cliquer un n° de page pour en afficher l’image