Galenus. Ars medica (Ars med.) [n° 007 Fichtner] [GalLat]

Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).

Ars Medica, 1, ed. Kühn, 1821, vol. 1, p. 307-309. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:1

5. Ἰατρική ἐστιν ἐπιστήμη ὑγιεινῶν, καὶ
6. νοσωδῶν, καὶ οὐδετέρων. οὐ διαφέρει δὲ οὐδ’ εἰ νοσερῶν
7. τις εἴποι. τοῦ μὲν οὖν τῆς ἐπιστήμης ὀνόματος κοινῶς
8. τε καὶ οὐκ ἰδίως ἀκούειν χρή. τὸ δὲ ὑγιεινὸν, καὶ τὸ
9. νοσῶδες, καὶ τὸ οὐδέτερον, τριχῶς ἕκαστον λέγεται· τὸ
10. μὲν ὡς σῶμα, τὸ δὲ ὡς αἴτιον, τὸ δὲ ὡς σημεῖον. καὶ
11. γὰρ τὸ ἐπιδεκτικὸν σῶμα τῆς ὑγείας, καὶ τὸ ποιητικὸν
12. καὶ φυλακτικὸν αὐτῆς αἴτιον, καὶ τὸ δηλωτικὸν σημεῖον,
13. ἅπαντα ταῦτα καλοῦσιν οἱ Ἕλληνες ὑγιεινά. κατὰ δὲ
14. τὸν αὐτὸν τρόπον καὶ νοσώδη τὰ τε ἐπιδεκτικὰ νόσων
15. σώματα, καὶ τὰ ποιητικά τε καὶ φυλακτικὰ νόσων
16. αἴτια, καὶ τὰ δηλωτικὰ σημεῖα. καὶ δὴ καὶ τὰ οὐδέτερα
17. κατὰ τὸν αὐτὸν λόγον σώματά τε καὶ αἴτια καὶ σημεῖα.
18. καὶ ἐστι κατὰ πρῶτον μὲν λόγον ἐπιστήμη τῶν ὑγιεινῶν
1. αἰτίων ἰατρικὴ, δι’ ἐκεῖνα δ’ ἤδη καὶ τῶν ἄλλων. δεύτερον
2. δὲ τῶν νοσωδῶν. τρίτον δὲ τῶν οὐδετέρων. καὶ δὴ καὶ
3. μετὰ ταῦτα τῶν σωμάτων, πρῶτον μὲν κᾀνταῦθα τῶν ὑγιεινῶν,
4. ἐφεξῆς δὲ τῶν νοσερῶν, εἶτα τῶν οὐδετέρων. καὶ περὶ
5. τῶν σημείων δὲ κατὰ τὸν αὐτὸν λόγον. ἐν μέντοι ταῖς
6. πράξεσι, πρότερον μὲν τῶν σωμάτων ἡ διάγνωσις, ἐκ τῶν
7. σημείων δηλονότι, μετὰ ταῦτα δὲ ἡ τῶν ἐπ’ αὐτοῖς
8. αἰτίων εὕρεσις. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιητικὸν, καὶ τὸ
9. δηλωτικὸν, καὶ τὸ ἐπιδεκτικὸν, διχῶς ἕκαστον λέγεται,
10. τὸ μὲν ἁπλῶς, τὸ δὲ ἐν τῷ νῦν, ἰστέον ἀμφοῖν οὖσαν
11. ἐπιστήμην τὴν ἰατρικήν. καὶ αὐτὸ δὲ τὸ ἁπλῶς διχῶς λέγεται,
12. τό τε διὰ παντὸς, καὶ ὡς ἐπὶ τὸ πολύ· καὶ ἔστιν
13. ἀμφοτέρων τούτων ἐπιστήμη ἡ ἰατρική. τὸ δὲ οὐδέτερον,
14. αἴτιόν τε, καὶ σημεῖον, καὶ σῶμα, τό τε ἁπλῶς λεγόμενον
15. καὶ τὸ ἐν τῷ νῦν, τριχῶς ἕκαστον λέγεται· τὸ μὲν τῷ μηδ’
16. ἑτέρου τῶν ἐναντίων μετέχειν, τὸ δὲ τῷ τῶν ἀμφοτέρων,
17. τὸ δὲ τῷ ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε. τούτων δ’ αὐτῶν
1. τὸ δεύτερον κατὰ δύο τρόπους λέγεται· ποτὲ μὲν τῷ
2. μετέχειν ἑκατέρου τῶν ἐναντίων ἐξ ἴσου, ποτὲ δὲ τῷ πλέον
3. θατέρου. ἔστι δὲ καὶ καθ’ ὅλου τοῦ ὅρου κατὰ τὴν λέξιν
4. ἀμφιβολία τις, ἣν καὶ αὐτὴν χρὴ διαλύεσθαι. ἐν γὰρ τῷ
5. λέγειν τὴν ἰατρικὴν ἐπιστήμην ὑπάρχειν ὑγιεινῶν, καὶ νοσερῶν,
6. καὶ οὐδετέρων, σημαίνεται μὲν καὶ τὸ πάντων τῶν
7. κατὰ μέρος, σημαίνεται δὲ καὶ τὸ ὁποίων, σημαίνεται δὲ καὶ
8. τό τινων. ἀλλὰ τὸ μὲν πάντων ἀπεριόριστόν τε καὶ ἀδύνατον,
9. τὸ δέ τίνων ἐλλιπές τε καὶ οὐ τεχνικόν· τὸ δ’ ὁμοίων τεχνικόν
10. τε ἅμα καὶ διαρκὲς εἰς ἅπαντα τῆς τέχνης τὰ κατὰ μέρος, ὅπερ
11. καὶ περιέχεσθαί φαμεν ἐν τῷ τῆς ἰατρικῆς ὅρῳ. ἀρξόμεθα
12. οὖν ἀπὸ τῶν σωμάτων πρῶτον, ὁποῖά τινα τά θ’ ὑγιεινὰ,
13. καὶ τὰ νοσώδη, καὶ τὰ οὐδέτερα τετύχηκεν ὄντα. μετὰ δὲ
14. ταῦτα τὸν περὶ τῶν σημείων τε καὶ αἰτίων διεξέλθωμεν
15. λόγον.

Cliquer un n° de page pour en afficher l’image