12. Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων
13. αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερμῆς καὶ ξηρᾶς
14. καρδίας οἱ σφυγμοὶ σκληροὶ καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ
15. πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι, καὶ
16. πυκναί. καὶ πολὺ δὴ μᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα,
17. οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος.
18. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ
1. καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιμοι καὶ θυμικοὶ
2. καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήμεροι, καὶ ἰταμοὶ, καὶ ἀναίσχυντοι,
3. καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυμοι καὶ
4. δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώματος κράσεως,
5. ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔμπροσθεν
6. εἰρημένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν
7. ἄμα θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρημένων,
8. ἕτοιμοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ μὴν
9. ἄγριός γε ὁ θυμὸς, ἀλλ’ εἰς ὀργὴν μόνον ἕτοιμοι. οἱ σφυγμοὶ
10. δὲ μαλακοί τε καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί.
11. καὶ ἡ ἀναπνοὴ, τοῦ μὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ,
12. κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγμοῖς· μικροτέρου δὲ γενομένου,
13. τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρημένων,
14. ὅσον καὶ ὁ θώραξ μικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ
15. τὴν κρᾶσιν ἐκτροπῆς γινομένης, καὶ μάλιστα εἰ κατὰ τὴν
16. ὑγρότητα συμπέσῃ τοῦτο, πρὸς τοῖς εἰρημένοις ἔτι καὶ τὰ
17. σηπεδονώδη νοσήματα γίνεται, διαφθειρομένων τε καὶ σηπομένων
18. αὐτοῖς τῶν χυμῶν συμπεσεῖται, καὶ αἱ ἐκπνοαὶ
1. μείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγμοῖς
2. ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας
3. οἱ μὲν σφυγμοὶ μαλακοὶ, τὸ δὲ ἦθος ἄτολμόν τε καὶ δειλὸν,
4. καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ
5. στέρνα, καὶ ἥκιστα μηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ
6. ἕτοιμοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύμπαν σῶμα τοῖς
7. ἔμπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα
8. καρδία τοὺς μὲν σφυγμοὺς σκληροὺς ἐργάζεται καὶ
9. μικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ μὲν ἀνάλογον τῇ ψυχρότητι
10. μικρὸς ὁ θώραξ γένοιτο, σύμμετρον· εἰ δὲ μείζων, ἀραιὰν
11. καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες
12. μέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν μῆνιν. εἰσὶ δὲ
13. καὶ ἄτριχοι τὰ στέρνα πάντων μάλιστα. περὶ δὲ σμικρότητος
14. τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώματος ψυχρότητος
15. ὁμοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρημένοις
16. ἐκεῖνο μεμνημένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’
17. ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ
1. ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ μοχθηρῶν ἠθῶν
2. ἐγγιγνομένων, ἀλλ’ ὑπὲρ τῶν ἐμφύτων ἑκάστῳ λέλεκται.
⟨
(Ars med.) [n° 007 Fichtner] [GalLat]
Ars medica
Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).
Ars Medica, 11, ed. Kühn, 1821, vol. 1, p. 334-337. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩