3. Ἥπατος θερμοτέρου γνωρίσματα,
4. φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων, ἐν δὲ τῷ χρόνῳ
5. τῆς ἀκμῆς καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖς τὸ αἷμα, καὶ
6. διὰ τοῦτο καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν
7. καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα.
8. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγμα πλεῖον,
9. αἷμα ψυχρότερον, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ψυχροτέρα,
10. εἰ μή τι πρὸς τῆς καρδίας θερμαίνοιτο, ψιλὰ τριχῶν
11. ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ μὲν αἷμα παχύτερόν
12. τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ
13. σκληρότεραι, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ξηροτέρα.
14. ὑγροτέρου δὲ, τὸ μὲν αἷμα πλεῖόν τε καὶ ὑγρότερον, αἱ
15. φλέβες δὲ μαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα,
16. πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερμοτέρου
17. δὲ ἅμα καὶ ξηροτέρου ἥπατος γνωρίσματα, λασιώτατον
18. ὑποχόνδριον, αἷμα παχύτερόν τε ἅμα καὶ ξηρότερον, ἡ ξανθὴ
19. χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέλαινα, φλεβῶν
1. εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα
2. θερμότης μὲν γὰρ ἡ ἐκ καρδίας ὁρμωμένη νικῆσαι δύναται
3. τὴν ἐξ ἥπατος ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ
4. ψυχρότης τὴν θερμότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε
5. πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενομένης ἀχθῆναι.
6. μεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρημένων.
7. μᾶλλον μὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ
8. ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερμότητος, ἔτι
9. δὲ μᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ
10. αὕτη τῶν ἐξ ἥπατος ὁρμωμένων ποιοτήτων. εὔδηλον οὖν,
11. ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράμωσιν αἱ τῶν ἀρχῶν ἀμφοτέρων
12. κράσεις, ὅλον ἀκριβῶς τὸ σῶμα κατ’ ἐκείνας διατίθεται.
13. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσματα. τὸ δὲ
14. ὑγρότερον ἅμα καὶ θερμότερον ἧπαρ ἧττον μὲν τοῦ θερμοτέρου
15. καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια,
16. πλεῖστον δ’ αἷμα, καὶ φλέβας μεγάλας, καὶ τὴν ἕξιν
17. ὑγροτέραν καὶ θερμοτέραν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει.
18. εἰ δὲ ἐπὶ πλέον ἀμφοτέραις ταῖς ποιότησιν ἐκτραπείη
1. τοῦ κατὰ φύσιν, ἑτοίμως ἁλίσκεται τοῖς σηπεδονώδεσι
2. καὶ κακοχύμοις νοσήμασιν· ἔτι μᾶλλον, εἰ ἐπὶ πλεῖστον
3. μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερμόν. εἰ δ’
4. ἔμπαλιν ἐπ’ ὀλίγον μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον
5. δὲ τὸ θερμὸν, ἥκιστα κακόχυμοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον
6. καὶ ψυχρότερον ἧπαρ ἄτριχον μὲν ἔχει τὸ ὑποχόνδριον,
7. αἷμα δ’ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν
8. στενότητι, καὶ τὸ σύμπαν σῶμα παραπλησίως ἔχον, εἰ μὴ
9. πρὸς τῆς καρδίας ἐς τἀναντία μετάγοιτο. τὸ δὲ ψυχρότερον
10. καὶ ξηρότερον ἧπαρ ὀλίγαιμόν τε καὶ στενόφλεβον
11. ἐργάζεται τὸ σῶμα καὶ ψυχρότερον, ὑποχόνδριόν τε ψιλὸν,
12. εἰ μὴ κᾀνταῦθα νικήσειεν ἡ καρδία.
⟨
(Ars med.) [n° 007 Fichtner] [GalLat]
Ars medica
Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).
Ars Medica, 12, ed. Kühn, 1821, vol. 1, p. 337-339. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩