Galenus. Ars medica (Ars med.) [n° 007 Fichtner] [GalLat]

Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).

Ars Medica, 14, ed. Kühn, 1821, vol. 1, p. 341-343. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:14

3. Αἱ δ’ ὅλου τοῦ σώματος ἕξεις εἴρηνται
4. μέν που καὶ πρόσθεν, ὡς ὁμοιοῦνται καρδίᾳ καὶ ἥπατι·
5. κρατεῖ δὲ ἡ ὁμοιότης τοῦ σφοδροτέραν ἔχοντος ἡντιναοῦν
6. τῶν πρώτων ποιοτήτων, ἃς δὴ καὶ δραστικὰς ὀνομάζουσιν.
7. ὅλου δὲ τοῦ σώματος ἡ ἕξις ἐπ’ ἐκείνων λέγεται μάλιστα
8. τῶν μορίων, ὅσα θεωμένοις ὑποπίπτει πρῶτα. μύες δέ
9. εἰσιν οὗτοι, πᾶσι τοῖς ὀστοῖς περιβεβλημένοι, σύνθετοί τινες
10. σάρκες ἔκ τε τῆς ἁπλῆς τῆς πρώτης σαρκὸς, ἔτι τε
11. τῶν ἰνῶν, αἷς αὗται περιπεφύκασιν. ἡ γὰρ οἰκεία τῶν μυῶν
12. οὐσία ταῦτ’ ἐστιν ἄμφω. τὰ δ’ εἰς αὐτοὺς ἥκοντα τῶν
13. ἀγγείων οἷον ὀχετοί τινές εἰσιν, οὐ συμπληροῦντες αὐτῶν
14. τὴν οὐσίαν, ἀλλ’ ὑπηρετοῦντες εἰς διαμονήν. εἰρήσεται
15. γοῦν καὶ τὰ τῆς τούτων κράσεως γνωρίσματα κατὰ τὴν
16. εὔκρατον οἴκησιν. ἐξαλλάττουσι γὰρ αἱ δύσκρατοι τὸ δέρμα,
17. καθ’ ἑαυτὰς τυποῦσαι, καὶ διαφθείρουσιν ἔνια τῶν γνωρισμάτων.
18. οὕτως δὲ καὶ εἰ κατὰ τὴν εὔκρατον χώραν ὥρᾳ
1. θέρους ἑαυτὸν ἡλίῳ τὶς παραβάλλοι γυμνὸν, ἐξαλλάξει τῶν
2. γνωρισμάτων ὅσα κατὰ χρόαν τέ ἐστι καὶ τὴν ἐν μαλακότητι
3. καὶ σκληρότητι σύστασιν. εἰ δ’, ὥσπερ εὔκρατόν ἐστι
4. τὸ χωρίον, οὕτως καὶ αὐτὸς εὐκράτως διαιτῷτο, μήτ’ ἐξοπτώμενος
5. ἐν ἡλίῳ· γυμνὸς ἑκάστης ἡμέρας ἐπὶ πλεῖστον,
6. ἀλλὰ μήθ’, ὥσπερ ἔνιοι, δίκην παρθένου σκιατραφούμενος,
7. ἀκριβῆ τὰ τῆς κράσεως ἐνδείξεται γνωρίσματα. καἰ τοίνυν
8. ὡς ἐπὶ τούτων τοῦ λόγου γενησομένου, προσέχωμεν ἤδη τὸν
9. νοῦν αὐτῷ. συμμέτρου. κράσεως γνωρίσματα πρὸς ὅλην τοῦ
10. ζώου τὴν ἕξιν ἡ χροιὰ μὲν ἐξ ἐρυθροῦ καὶ λευκοῦ συμμιγής·
11. αἱ τρίχες δὲ ξανθαὶ μετρίως καὶ οὖλαι τὰ πολλά·
12. συμμετρία δὲ σαρκώσεως ἐν ποσότητί καὶ ποιότητι. μέσον
13. γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον σῶμα πασῶν τῶν ὑπερβολῶν,
14. ὡς ἂν καὶ νοουμένων τε καὶ λεγομένων πρὸς αὐτό. καὶ γὰρ
15. τὸ παχὺ σῶμα πρὸς τοῦτο λέγεται παχὺ, καὶ τὸ λεπτὸν
16. ὡσαύτως πρὸς τοῦτο, πολύσαρκόν τε καὶ ὀλιγόσαρκον, καὶ
17. πιμελῶδες, καὶ σκληρὸν, καὶ μαλακὸν, καὶ λάσιον, καὶ
1. ψιλόν. οὐδὲν οὖν τούτων· ἐστὶ τὸ σύμμετρον, ἀλλ’
2. οἷος ὁ Πολυκλείτου κανὼν εἰς ἄκρον ἥκει συμμετρίας ἁπάσης,
3. ὡς ψαυόντων μὲν μήτε, μαλακὸν φαίνεσθαι, μήτε
4. σκληρὸν, μήτε θερμὸν, μήτε ψυχρὸν, ὁρώντων δὲ μήτε
5. λάσιον, μήτε ψιλὸν, μήτε παχὺ, μήτε ἰσχνὸν, ἤ τινα ἑτέραν
6. ἔχον ἀμετρίαν.

Cliquer un n° de page pour en afficher l’image