Galenus. Ars medica (Ars med.) [n° 007 Fichtner] [GalLat]

Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).

Ars Medica, 18, ed. Kühn, 1821, vol. 1, p. 350-352. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:18

5. Καὶ μέγιστόν ἐστι τοῦτο γνώρισμα τῆς ἐν
6. πνεύμονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται
7. σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερμὸν
8. αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγματικὰ περιττώματα χρεμπτόμενοι
9. ἅμα καὶ μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες
10. δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγματι,
11. καὶ λαμπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες
12. τὸ ἐναντίον ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη
13. τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώματα, μεῖζόν τε καὶ
14. ὀξύτερον φθέγξασθαι προελομένοις. οὐ μὴν αὐτό γε τὸ τῆς
15. φωνῆς μέγεθος ὑπὸ τῆς θερμότητος αὐτῆς, ὥσπερ οὐδ’ ἡ
16. σμικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ μὲν εὐρύτητι
17. τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σμικρότης
18. δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε
19. πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μόναις ταῖς συμφύτοις
1. κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς μέγεθός
2. τε καὶ ἡ σμικρότης. ὅτι μὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ
3. τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ
4. φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συμφύτου κράσεως συλλογίζεσθαι.
5. καὶ γὰρ ἡ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας
6. ἕπεται, καθάπερ ἡ τραχεῖα τραχύτητι. λειότης μὲν οὖν ἀρτηρίας
7. συμμετρίᾳ κράσεως ἕπεται, τραχύτης δὲ ξηρότητι.
8. τραχύτης μὲν γὰρ ἐπὶ ἀνωμαλίᾳ, κατὰ ξηρὸν σῶμα. τὴν
9. δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν μὲν ἡ τῶν ὁμοιομερῶν αὐτῆς
10. μορίων ξηρότης, ἀνώμαλον δὲ ἡ τῆς παρεσπαρμένης
11. τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε
12. ἡ ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ’ ἡ
13. βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης μὲν
14. οὗν ἐμφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερμότητος.
15. ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν
16. αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσματα καὶ αὗται γινόμεναι
17. τῶν ἐργαζομένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς
18. περὶ φωνῆς διώρισται. τὰ δ’ ἄλλα μόρια τοῦ ζώου τὰ
1. ἐντὸς ἀμυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσματα. πειρατέον
2. δὲ ὅμως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων
3. διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν δυνάμεων
4. ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς
5. συμπτώμασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάμεως ἀρετῇ τε
6. καὶ κακίᾳ, ἡ προηγουμένη κρᾶσίς ἐστιν. τὰ μὲν οὖν τῶν
7. κράσεων γνωρίσματα καὶ ἤδη λέλεκται.

Cliquer un n° de page pour en afficher l’image