Galenus. Ars medica (Ars med.) [n° 007 Fichtner] [GalLat]

Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).

Ars Medica, 2, ed. Kühn, 1821, vol. 1, p. 309-313. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:2

16. Ὑγιεινόν ἐστιν ἁπλῶς σῶμα τὸ ἐκ γενετῆς
17. εὔκρατον μὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις μορίοις·
1. σύμμετρον δὲ τοῖς ἐκ τούτων συγκειμένοις ὀργάνοις.
2. ὑγιεινὸν δὲ νῦν ἐστι σῶμα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον.
3. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν
4. τε καὶ σύμμετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ
5. συμμετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ
6. σώματος, διὰ παντὸς μὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε
7. καὶ συμμετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς
8. ἀπολειπόμενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶμα, τὸ
9. ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον
10. τοῖς ὀργανικοῖς, ἢ ἀμφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶμα τὸ
11. νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ,
12. ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι
13. δύσκρατόν ἐστιν ἐν τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον ἐν τοῖς
14. ὀργανικοῖς, ἢ ἀμφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές
15. ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον
16. ἐν ἁπλοῖς καὶ πρώτοις μορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς
17. κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυμμετρότατον, ὁμοίως
1. καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς
2. τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶμα. τὸ τοῦ τοιούτου τῆς κακίας
3. ἀπολειπόμενον, οὔπω δ’ ἐν τῷ μέσῳ καθεστηκός. ἐπεὶ δὲ
4. καὶ τὸ οὐδέτερον σῶμα τριχῶς ἐλέγετο, τὸ μὲν μηδ’ ἑτέρας
5. τῶν ἄκρων διαθέσεων μετέχον, τὸ δὲ τῷ ἀμφοτέρων, τὸ δὲ
6. τῷ, ποτὲ μὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ μὲν τὸ πρῶτον
7. σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ μέσον ἀκριβῶς
8. ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώματος καὶ τοῦ νοσωδεστάτου.
9. καὶ τούτου τὸ μὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ
10. γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν
11. τὸ μέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου.
12. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ μὲν διὰ παντὸς τοιοῦτον,
13. ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαμένῃ τοιοῦτον.
14. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ μεταβολάς τινας λαμβάνον.
15. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδέτερον ἔσται σῶμα
16. τὸ ἐναντίων ἅμα διαθέσεων μετέχον ἐκ γενετῆς, ἤτοι καθ’
17. ἓν μόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν μὲν, εἰ κατὰ
1. τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων,
2. ἢ κατ’ ἀμφοτέρας μὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ
3. τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν τῶν μορίων, ἢ τὴν θέσιν
4. ἐσφαλμένον, ἢ ἔμπαλιν ἐν τούτοις μὲν κατωρθωμένον ἅπασιν,
5. ἤ τισιν, ἐν δὲ τῇ κράσει διημαρτημένον. ἐν διαφέρουσι δὲ μορίοις,
6. καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων
7. ἅμα μετέχειν. καὶ διὰ παντὸς μὲν τοιοῦτον, τὸ κατὰ πάσας
8. τὰς ἡλικίας μένον ὅμοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ
9. μεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται
10. σῶμα, κατὰ τὸ δεύτερον σημαινόμενον, ἢ τῷ περὶ ἓν μόριον,
11. τὰ μὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων
12. αὐτῷ, ἢ τῷ περὶ διαφέροντα μέρη. κατὰ δὲ τὸ τρίτον σημαινόμενον,
13. οὐδέτερον ἔσται σῶμα τὸ ποτὲ μὲν ὑγιεινὸν,
14. ποτὲ δὲ νοσερὸν ἐν μέρει γινόμενον, ὥσπερ ἐνίοις ὑπῆρξε,
15. παισὶ μὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενομένοις,
16. νοσεροῖς, ἢ ἔμπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως
17. οὐδέτερον, ἀκριβῶς μὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος
1. δ’ ἐγχωρεῖ. ἴσμεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ
2. μὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶμα ποσαχῶς
3. λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως
4. διώρισται.

Cliquer un n° de page pour en afficher l’image